§4.31.1συμμάχων.
同盟諸国の(不利益になるように資金その他を供給しないよう求めた)。
Μεσσήνιοι δέ, διʼ οὓς ὁ πόλεμος τὴν ἀρχὴν ἔλαβε, τοῖς παραγενομένοις πρὸς αὐτοὺς ἀπεκρίθησαν ὅτι τῆς Φιγαλείας κειμένης ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ ταττομένης ὑπʼ Αἰτωλοὺς οὐκ ἂν ἐπιδέξαιντο τὸν πόλεμον, πρὶν ἢ ταύτην ἀπʼ Αἰτωλῶν ἀποσπασθῆναι τὴν πόλιν.
他方、メッセニア人たちは――そもそも彼らのためにこの戦争が始まったのであるが――自分たちのもとにやって来た者たちに対して次のように答えた。 フィガレイアが彼らの国境沿いに位置し、アイトーリア人の配下に組み入れられている限り、この都市がアイトーリア人から切り離されるまでは、自分たちが戦争を引き受けることはないだろう、と。
§4.31.2περὶ δὲ τῆς ἀποφάσεως ταύτης κατίσχυσαν, οὐδαμῶς εὐδοκούντων τῶν πολλῶν, Αἰτωλῶν δεδιότες τὴν τόλμαν ἐφορεύοντες Οἶνις καὶ Νίκιππος καί τινες ἕτεροι τῶν ὀλιγαρχικῶν, ἀγνοοῦντες καὶ πολὺ παραπαίοντες τοῦ δέοντος κατά γε τὴν ἐμὴν γνώμην.
この決定については、民衆は決して満足していなかったものの、アイトーリア人の大胆さを恐れる監督官のオイニスとニキッポス、およびその他の寡頭派の何人かが力づくで押し通した。 彼らは、私の見解によれば、なすべきことを見誤り、そこから大きく逸脱していたのである。
§4.31.3ἐγὼ γὰρ φοβερὸν μὲν εἶναί φημι τὸν πόλεμον, οὐ μὴν οὕτω γε φοβερὸν ὥστε πᾶν ὑπομένειν χάριν τοῦ μὴ προσδέξασθαι πόλεμον.
というのも、私は戦争が恐ろしいものであることは認めるが、戦争を受け入れないためにあらゆることに耐え忍ぶほどに恐ろしいものだとは決して思わないからである。
§4.31.4ἐπεὶ τί καὶ θρασύνομεν τὴν ἰσηγορίαν καὶ παρρησίαν καὶ τὸ τῆς ἐλευθερίας ὄνομα πάντες, εἰ μηδὲν ἔσται προυργιαίτερον τῆς εἰρήνης;
さもなければ、もし平和以上に優先すべきものが何もないとするならば、なぜ私たちは皆、平等の権利や言論の自由、そして自由という名を誇らしげに語るのだろうか。
§4.31.5οὐδὲ γὰρ Θηβαίους ἐπαινοῦμεν κατὰ τὰ Μηδικά, διότι τῶν ὑπὲρ τῆς Ἑλλάδος ἀποστάντες κινδύνων τὰ Περσῶν εἵλοντο διὰ τὸν φόβον, οὐδὲ Πίνδαρον τὸν συναποφηνάμενον αὐτοῖς ἄγειν τὴν ἡσυχίαν διὰ τῶνδε τῶν ποιημάτων,
実際、私たちはペルシア戦争の際に、ギリシアのための危機から退いて、恐怖ゆえにペルシア側を選んだテーバイ人たちを称賛することはないし、次の詩によって彼らとともに平穏を保つことを主張したピンダロスを称賛することもない。
§4.31.6τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς ἐρευνασάτω μεγαλάνορος ἡσυχίας τὸ φαιδρὸν φάος.
『市民の共同体を穏やかな日和のうちに置きつつ、高貴な魂の平穏がもたらす輝かしい光を追い求めるべし。
δόξας γὰρ παραυτίκα πιθανῶς εἰρηκέναι, §4.31.7μετʼ οὐ πολὺ πάντων αἰσχίστην εὑρέθη καὶ βλαβερωτάτην πεποιημένος ἀπόφασιν·
』彼はその場では説得力のあることを言ったように思われたが、それから間もなく、最も恥ずべき、かつ最も有害な表明を行ったのだと見いだされることになった。
§4.31.8εἰρήνη γὰρ μετὰ μὲν τοῦ δικαίου καὶ πρέποντος κάλλιστόν ἐστι κτῆμα καὶ λυσιτελέστατον, μετὰ δὲ κακίας ἢ δειλίας ἐπονειδίστου πάντων αἴσχιστον καὶ βλαβερώτατον.
なぜなら、正義とふさわしさを伴う平和は、最も美しく最も有益な財産であるが、悪徳や恥ずべき卑怯さを伴う平和は、すべての中で最も恥ずべきであり、最も有害なものだからである。