§4.31.1συμμάχων.
allies.
Μεσσήνιοι δέ, διʼ οὓς ὁ πόλεμος τὴν ἀρχὴν ἔλαβε, τοῖς παραγενομένοις πρὸς αὐτοὺς ἀπεκρίθησαν ὅτι τῆς Φιγαλείας κειμένης ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ ταττομένης ὑπʼ Αἰτωλοὺς οὐκ ἂν ἐπιδέξαιντο τὸν πόλεμον, πρὶν ἢ ταύτην ἀπʼ Αἰτωλῶν ἀποσπασθῆναι τὴν πόλιν.
But the Messenians, because of whom the war had its beginning, replied to those who had come to them that, as Phigalea was situated on their borders and was aligned with the Aetolians, they would not undertake the war until this city was detached from the Aetolians.
§4.31.2περὶ δὲ τῆς ἀποφάσεως ταύτης κατίσχυσαν, οὐδαμῶς εὐδοκούντων τῶν πολλῶν, Αἰτωλῶν δεδιότες τὴν τόλμαν ἐφορεύοντες Οἶνις καὶ Νίκιππος καί τινες ἕτεροι τῶν ὀλιγαρχικῶν, ἀγνοοῦντες καὶ πολὺ παραπαίοντες τοῦ δέοντος κατά γε τὴν ἐμὴν γνώμην.
Regarding this decision, although the majority was by no means pleased, Oinis and Nicippus, being ephors and fearing the boldness of the Aetolians, along with certain others of the oligarchs, prevailed, being ignorant and, in my opinion at least, straying far from their duty.
§4.31.3ἐγὼ γὰρ φοβερὸν μὲν εἶναί φημι τὸν πόλεμον, οὐ μὴν οὕτω γε φοβερὸν ὥστε πᾶν ὑπομένειν χάριν τοῦ μὴ προσδέξασθαι πόλεμον.
For I say that war is indeed terrible, yet not so terrible that we should endure anything for the sake of not accepting war.
§4.31.4ἐπεὶ τί καὶ θρασύνομεν τὴν ἰσηγορίαν καὶ παρρησίαν καὶ τὸ τῆς ἐλευθερίας ὄνομα πάντες, εἰ μηδὲν ἔσται προυργιαίτερον τῆς εἰρήνης;
Since why do we all boast of equal rights and freedom of speech and the name of liberty, if nothing is to be preferred to peace?
§4.31.5οὐδὲ γὰρ Θηβαίους ἐπαινοῦμεν κατὰ τὰ Μηδικά, διότι τῶν ὑπὲρ τῆς Ἑλλάδος ἀποστάντες κινδύνων τὰ Περσῶν εἵλοντο διὰ τὸν φόβον, οὐδὲ Πίνδαρον τὸν συναποφηνάμενον αὐτοῖς ἄγειν τὴν ἡσυχίαν διὰ τῶνδε τῶν ποιημάτων, §4.31.6τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς ἐρευνασάτω μεγαλάνορος ἡσυχίας τὸ φαιδρὸν φάος. δόξας γὰρ παραυτίκα πιθανῶς εἰρηκέναι, §4.31.7μετʼ οὐ πολὺ πάντων αἰσχίστην εὑρέθη καὶ βλαβερωτάτην πεποιημένος ἀπόφασιν· §4.31.8εἰρήνη γὰρ μετὰ μὲν τοῦ δικαίου καὶ πρέποντος κάλλιστόν ἐστι κτῆμα καὶ λυσιτελέστατον, μετὰ δὲ κακίας ἢ δειλίας ἐπονειδίστου πάντων αἴσχιστον καὶ βλαβερώτατον.
For we do not praise the Thebans during the Persian Wars because, shrinking from the dangers on behalf of Greece, they chose the side of the Persians out of fear; nor do we praise Pindar, who agreed with them in declaring that they should keep quiet, in these verses: 'Let someone, placing the common weal of the citizens in fair weather, seek the bright light of proud-hearted peace.' For though he seemed at the moment to have spoken persuasively, not long afterwards he was found to have made a declaration of all most shameful and most harmful; for peace with justice and propriety is the most beautiful and most profitable of possessions, but with wickedness or shameful cowardice it is the most disgraceful and harmful of all.