Humanitext Reader

波利比奥斯 · 历史 §4.31.1-4.31.8

麦塞尼亚的参战拖延与对屈辱和平的批评

第 308 段,共 1311 段 · 希腊语

内容简介

麦塞尼亚人要求在菲加利亚脱离埃托利亚之前不参战,该决定由寡头派强行通过。波利比乌斯批评了这一决定,并阐述了不名誉的和平是极其有害的。

§4.31.1συμμάχων.
盟国(的利益,请求他不要向埃托利亚人提供资金或任何其他支持)。
Μεσσήνιοι δέ, διʼ οὓς ὁ πόλεμος τὴν ἀρχὴν ἔλαβε, τοῖς παραγενομένοις πρὸς αὐτοὺς ἀπεκρίθησαν ὅτι τῆς Φιγαλείας κειμένης ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ ταττομένης ὑπʼ Αἰτωλοὺς οὐκ ἂν ἐπιδέξαιντο τὸν πόλεμον, πρὶν ἢ ταύτην ἀπʼ Αἰτωλῶν ἀποσπασθῆναι τὴν πόλιν.
然而,正是因为他们才导致战争爆发的麦塞尼亚人,向来到他们那里的使者回答说,由于菲加利亚坐落在他们的边界上且归属于埃托利亚人,在此城从埃托利亚人手中分离出来之前,他们绝不会参与战争。
§4.31.2περὶ δὲ τῆς ἀποφάσεως ταύτης κατίσχυσαν, οὐδαμῶς εὐδοκούντων τῶν πολλῶν, Αἰτωλῶν δεδιότες τὴν τόλμαν ἐφορεύοντες Οἶνις καὶ Νίκιππος καί τινες ἕτεροι τῶν ὀλιγαρχικῶν, ἀγνοοῦντες καὶ πολὺ παραπαίοντες τοῦ δέοντος κατά γε τὴν ἐμὴν γνώμην.
关于这一决定,尽管平民大众绝不赞同,但由于害怕埃托利亚人的胆量,监察官奥尼斯和尼基普斯以及其他一些寡头派人士还是强行通过了它。 在我看来,他们显然是不明事理,并且极大地背离了应尽的职责。
§4.31.3ἐγὼ γὰρ φοβερὸν μὲν εἶναί φημι τὸν πόλεμον, οὐ μὴν οὕτω γε φοβερὸν ὥστε πᾶν ὑπομένειν χάριν τοῦ μὴ προσδέξασθαι πόλεμον.
因为我认为,战争固然可怕,但绝非可怕到为了不接受战争而忍受一切的地步。
§4.31.4ἐπεὶ τί καὶ θρασύνομεν τὴν ἰσηγορίαν καὶ παρρησίαν καὶ τὸ τῆς ἐλευθερίας ὄνομα πάντες, εἰ μηδὲν ἔσται προυργιαίτερον τῆς εἰρήνης;
否则,如果没有任何东西比和平更重要,那么我们大家又为何要炫耀平等权利、言论自由以及自由的名义呢?
§4.31.5οὐδὲ γὰρ Θηβαίους ἐπαινοῦμεν κατὰ τὰ Μηδικά, διότι τῶν ὑπὲρ τῆς Ἑλλάδος ἀποστάντες κινδύνων τὰ Περσῶν εἵλοντο διὰ τὸν φόβον, οὐδὲ Πίνδαρον τὸν συναποφηνάμενον αὐτοῖς ἄγειν τὴν ἡσυχίαν διὰ τῶνδε τῶν ποιημάτων, §4.31.6τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς ἐρευνασάτω μεγαλάνορος ἡσυχίας τὸ φαιδρὸν φάος.
事实上,在希波战争期间,我们既不会赞扬底比斯人,因为他们出于恐惧而逃避为希腊而战的危险,选择了波斯人一方;也不会赞扬品达,因为他用以下诗句附和他们、主张保持静止: “若有人将公民的共同体置于晴朗之中,就让其去寻求伟大心灵之宁静的灿烂光芒吧。
δόξας γὰρ παραυτίκα πιθανῶς εἰρηκέναι, §4.31.7μετʼ οὐ πολὺ πάντων αἰσχίστην εὑρέθη καὶ βλαβερωτάτην πεποιημένος ἀπόφασιν· §4.31.8εἰρήνη γὰρ μετὰ μὲν τοῦ δικαίου καὶ πρέποντος κάλλιστόν ἐστι κτῆμα καὶ λυσιτελέστατον, μετὰ δὲ κακίας ἢ δειλίας ἐπονειδίστου πάντων αἴσχιστον καὶ βλαβερώτατον.
”因为他当时似乎说得很有说服力,但不久之后,他被发现做出了所有人中最可耻且最有害的声明;因为伴随着正义和得体的和平是最美好且最有利的财富,但伴随着邪恶或可耻懦弱的和平,则是所有人中最可耻且最有害的。

词汇与语法注释

  1. §4.31.1πρὶν ἢ ταύτην ἀπʼ Αἰτωλῶν ἀποσπασθῆναι τὴν πόλιν — 连词 πρὶν ἤ(或仅作 πρὶν)后接“宾格+不定式”结构。由于主句带有否定词(οὐκ ἂν ἐπιδέξαιντο“不会接受”),该结构表示限定条件,意为“在……之前不……”或“直到……才……”。
  2. §4.31.2περὶ δὲ τῆς ἀποφάσεως ταύτης κατίσχυσαν, οὐδαμῶς εὐδοκούντων τῶν πολλῶν, Αἰτωλῶν δεδιότες τὴν τόλμαν ἐφορεύοντες Οἶνις καὶ Νίκιππος — 动词 κατίσχυσαν(“占优势”、“强行通过”)在此作不及物动词使用,其主语为后文的 ἐφορεύοντες Οἶνις καὶ Νίκιππος...。前置词短语 περὶ δὲ τῆς ἀποφάσεως ταύτης 指明了他们强行通过该决定的范围。另外,οὐδαμῶς εὐδοκούντων τῶν πολλῶν 为属格独立结构,表示让步(“尽管平民大众绝不赞同”)。
  3. §4.31.6τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς ἐρευνασάτω μεγαλάνορος ἡσυχίας τὸ φαιδρὸν φάος — 引用自品达的残篇(fr. 109)。此处采用了诗歌的倒装语序(hyperbaton),属格 μεγαλάνορος ἡσυχίας(“伟大心灵之宁静的”)修饰 τὸ φαιδρὸν φάος(“灿烂光芒”)。τὸ κοινόν 为名词性用法,指“共同体”或“公共利益”。不定代词 τις 作第三人称单数命令式 ἐρευνασάτω(“应当寻求”)的主语。

引用这一段

波利比奥斯, 历史 §4.31.1-4.31.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.31.1-4.31.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。