Humanitext Reader

ポリュビオス · 歴史 §4.22.1-4.22.12

フィリッポスのコリントス到着とスパルタの内紛

299 / 1311 箇所 · ギリシア語

要旨

アイトリア人の撤退後、フィリッポス王は救援のためコリントスへ到着し、同盟会議を招集する。一方、内紛が続くスパルタでは、親アイトリア派のエフォロイが陰謀を企て、それを阻もうとしたアデイマントスらを殺害する。

§4.22.1Αἰτωλοὶ μὲν οὖν τοιαῦτα διεργασάμενοι κατὰ τὴν Πελοπόννησον ἧκον εἰς τὴν οἰκείαν ἀσφαλῶς.
こうしてアイトリア人たちは、ペロポネソスでこのようなことをしでかした後に、無事に自国に帰還した。
§4.22.2Φίλιππος δὲ μετὰ δυνάμεως βοηθῶν τοῖς Ἀχαιοῖς παρῆν εἰς Κόρινθον· ὑστερήσας δὲ τοῦ καιροῦ διαπέστειλε βιβλιαφόρους πρὸς πάντας τοὺς συμμάχους, παρακαλῶν πέμπειν ἑκάστους παρʼ αὑτῶν κατὰ σπουδὴν εἰς Κόρινθον τοὺς βουλευσομένους ὑπὲρ τῶν κοινῇ συμφερόντων.
一方、フィリッポスはアカイア人を救援するために軍勢を率いてコリントスに到着したが、時期を逸してしまったため、すべての同盟国に書状の伝達者を送り、共同の利益について討議する者を各自の中から急ぎコリントスへ派遣するよう要請した。
§4.22.3αὐτὸς δʼ ἀναζεύξας ὡς ἐπὶ Τεγέας προῆγε, πυνθανόμενος τοὺς Λακεδαιμονίους εἰς σφαγὰς καὶ ταραχὰς ἐμπεπτωκέναι πρὸς ἀλλήλους.
彼自身は陣営をたたんでテゲアに向かって進軍したが、これはラケダイモン人たちが互いの間で虐殺と混乱に陥っていると聞いたからであった。
§4.22.4οἱ γὰρ Λακεδαιμόνιοι συνήθεις ὄντες βασιλεύεσθαι καὶ πάντως τοῖς προεστῶσι πειθαρχεῖν, τότε προσφάτως μὲν ἠλευθερωμένοι διʼ Ἀντιγόνου, βασιλέως δʼ οὐχ ὑπάρχοντος παρʼ αὐτοῖς, ἐστασίαζον πρὸς σφᾶς, πάντες ὑπολαμβάνοντες ἴσον αὑτοῖς μετεῖναι τῆς πολιτείας.
というのも、ラケダイモン人たちは王によって統治されること、また指導者たちに全面的に従うことに慣れていたが、当時はアンティゴノスによって解放されたばかりで、彼らの間に王がいなかったため、全員が自分たちにも国政に等しく参与する権利があると思い込み、互いに内紛を起こしていたからである。
§4.22.5τὰς μὲν οὖν ἀρχὰς οἱ μὲν δύο τῶν ἐφόρων ἄδηλον εἶχον τὴν γνώμην, οἱ δὲ τρεῖς ἐκοινώνουν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων, πεπεισμένοι διὰ τὴν ἡλικίαν τὸν Φίλιππον οὐδέπω δυνήσεσθαι τοῖς κατὰ τὴν Πελοπόννησον πράγμασιν ἐπαρκεῖν.
さて、当初はエフォロイのうち二人は態度を曖昧にしていたが、残りの三人は、フィリッポスがその若さのゆえにペロポネソスの情勢に対処することはまだできないだろうと確信し、アイトリア人たちと気脈を通じ合わせていた。
§4.22.6ἐπεὶ δʼ οἱ μὲν Αἰτωλοὶ παρὰ τὴν προσδοκίαν αὐτῶν ἐκ Πελοποννήσου ταχεῖαν ἐποιήσαντο τὴν ἐπάνοδον, ὁ δὲ Φίλιππος ἐκ Μακεδονίας ἔτι θάττω τὴν παρουσίαν, §4.22.7ἀπιστοῦντες οἱ τρεῖς ἑνὶ τῶν δυεῖν Ἀδειμάντῳ διὰ τὸ συνειδέναι μὲν σφίσι πάσας τὰς ἐπιβολάς, μὴ λίαν δὲ τοῖς γινομένοις εὐδοκεῖν, ἠγωνίων μὴ συνεγγίσαντος τοῦ βασιλέως πάντα τὰ πραττόμενα πρὸς τὸν Φίλιππον ἐξηγήσηται.
しかし、アイトリア人が彼らの予想に反してペロポネソスから素早く撤退し、フィリッポスがマケドニアからさらに迅速に到着したため、その三人は、残る二人のうちの一人であるアデイマントスが、自分たちのすべての企てを共有していながらも、起こりつつある事態をあまり快く思っていないことを理由に、彼を信用しておらず、王が近づいた際に彼が企ての一部始終をフィリッポスに暴露してしまうのではないかと恐れた。
§4.22.8διʼ ἃ δὴ συλλαλήσαντές τισι τῶν νέων ἐκήρυττον εἰς τὸ τῆς Χαλκιοίκου τέμενος μετὰ τῶν ὅπλων ἰέναι τοὺς ἐν ταῖς ἡλικίαις, ὡς τῶν Μακεδόνων ἐπὶ τὴν πόλιν παραγινομένων.
そこで彼らは青年たちの一部と謀り、マケドニア軍が市へ押し寄せているという口実を設けて、兵役年齢にある者たちに対し、武器を携えてハルキオイコスの聖域に集まるよう布告させた。
§4.22.9ταχὺ δὲ διὰ τὸ παράδοξον ἁθροισθέντων, δυσαρεστῶν Ἀδείμαντος τοῖς γινομένοις ἐπειρᾶτο προπορευθεὶς παρακαλεῖν καὶ διδάσκειν διότι"
この予期せぬ事態によって人々が速やかに集まると、アデイマントスは行われている事態に憤慨し、前に進み出て、人々を説得し、次のように諭そうと試みた。
§4.22.10πρῴην ἔδει τὰ κηρύγματα ταῦτα καὶ τοὺς ἁθροισμοὺς τοὺς ἐν τοῖς ὅπλοις παραγγέλλειν, καθʼ ὃν καιρὸν τοὺς Αἰτωλοὺς πολεμίους ὄντας ἠκούομεν τοῖς ὅρους τῆς χώρας ἡμῶν συνεγγίζειν, οὐ νῦν, ὅτε Μακεδόνας τοὺς εὐεργέτας καὶ σωτῆρας πυνθανόμεθα πλησιάζειν μετὰ τοῦ βασιλέωσ"
「このような布告や武器を持った集会の指示は、敵であるアイトリア人が我が国の国境に近づいていると聞いていたあの時期にこそなされるべきであって、恩人であり救世主であるマケドニア人が王を擁して接近していると知らされている今、なされるべきではない。
§4.22.11. ἔτι δʼ αὐτοῦ ταῦτʼ ἀνακρουομένου, προσπεσόντες οἱ παρακεκλημένοι τῶν νέων τοῦτόν τε συνεκέντησαν καὶ μετὰ τούτου Σθενέλαον, Ἀλκαμένη, Θυέστην, Βιωνίδαν, ἑτέρους τῶν πολιτῶν καὶ πλείους.
」彼がまだこれらの議論を展開して人々を説得しようとしているうちに、唆されていた青年たちが襲いかかり、彼を刺し殺し、さらに彼とともにステネラオス、アルカメネス、テュエステス、ビオニダス、その他多くの市民を刺し殺した。
§4.22.12οἱ δὲ περὶ Πολυφόνταν καί τινες ἅμα τούτοις ἐμφρόνως προϊδόμενοι τὸ μέλλον,
一方、ポリュポンタスとその一派、および彼らとともに未来を賢明にも予見した何人かの者たちは、

語釈・文法注

  1. §4.22.2τοῦ καιροῦ — 動詞 ὑστερέω(〜に遅れる、及ばない)が支配する属格。時期や機会を逸したことを示す「基準・比較」の機能を持つ。
  2. §4.22.5τὰς μὲν οὖν ἀρχὰς — 「最初は」「当初は」を意味する名詞 ἀρχή の副詞的対格(時間の限定)。
  3. §4.22.6ἔτι θάττω τὴν παρουσίαν — 前の節 οἱ μὲν Αἰτωλοὶ... ἐποιήσαντο τὴν ἐπάνοδον から動詞部分が引き継がれ、主語である単数名詞 ὁ δὲ Φίλιππος に合わせて ἐποιήσατο が省略されている。
  4. §4.22.7διὰ τὸ συνειδέναι μὲν σφίσι πάσας τὰς ἐπιβολάς — 前置詞 διὰ の支配下にある動名詞(関節不定詞)句。σύνοιδα は与格を伴って「〜と秘密を共有する」を意味するため、与格 σφίσι が置かれ、共有される内容が対格 πάσας τὰς ἐπιβολάς で示されている。不定詞の意味上の主語はアデイマントス(与格 Ἀδειμάντῳ に一致)。

この箇所を引用する

ポリュビオス, 歴史 §4.22.1-4.22.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.22.1-4.22.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。