§4.22.1Αἰτωλοὶ μὲν οὖν τοιαῦτα διεργασάμενοι κατὰ τὴν Πελοπόννησον ἧκον εἰς τὴν οἰκείαν ἀσφαλῶς.
这样,埃托利亚人在伯罗奔尼撒犯下这些勾当之后,安全地回到了自己的国土。
§4.22.2Φίλιππος δὲ μετὰ δυνάμεως βοηθῶν τοῖς Ἀχαιοῖς παρῆν εἰς Κόρινθον·
与此同时,腓力率领军队前来援助亚该亚人,抵达了科林斯。
ὑστερήσας δὲ τοῦ καιροῦ διαπέστειλε βιβλιαφόρους πρὸς πάντας τοὺς συμμάχους, παρακαλῶν πέμπειν ἑκάστους παρʼ αὑτῶν κατὰ σπουδὴν εἰς Κόρινθον τοὺς βουλευσομένους ὑπὲρ τῶν κοινῇ συμφερόντων.
然而,由于错过了时机,他向所有盟国派出了信使,敦促他们各自尽速派遣代表前往科林斯,共同商讨符合大众利益的事宜。
§4.22.3αὐτὸς δʼ ἀναζεύξας ὡς ἐπὶ Τεγέας προῆγε, πυνθανόμενος τοὺς Λακεδαιμονίους εἰς σφαγὰς καὶ ταραχὰς ἐμπεπτωκέναι πρὸς ἀλλήλους.
他自己则拔营向帖格亚前进,因为他听说拉刻代蒙人陷入了内部的屠杀与混乱之中。
§4.22.4οἱ γὰρ Λακεδαιμόνιοι συνήθεις ὄντες βασιλεύεσθαι καὶ πάντως τοῖς προεστῶσι πειθαρχεῖν, τότε προσφάτως μὲν ἠλευθερωμένοι διʼ Ἀντιγόνου, βασιλέως δʼ οὐχ ὑπάρχοντος παρʼ αὐτοῖς, ἐστασίαζον πρὸς σφᾶς, πάντες ὑπολαμβάνοντες ἴσον αὑτοῖς μετεῖναι τῆς πολιτείας.
因为拉刻代蒙人向来习惯于受国王统治、凡事服从掌权者,但当时他们刚被安提柯解放,国内又没有国王,便陷入了内讧,人人都以为自己对城邦政权享有同等的一份。
§4.22.5τὰς μὲν οὖν ἀρχὰς οἱ μὲν δύο τῶν ἐφόρων ἄδηλον εἶχον τὴν γνώμην, οἱ δὲ τρεῖς ἐκοινώνουν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων, πεπεισμένοι διὰ τὴν ἡλικίαν τὸν Φίλιππον οὐδέπω δυνήσεσθαι τοῖς κατὰ τὴν Πελοπόννησον πράγμασιν ἐπαρκεῖν.
起初,五位监察官中有两位态度不明,而另外三位则与埃托利亚人暗中勾结,确信腓力因为年纪尚轻,还无法应对伯罗奔尼撒的局势。
§4.22.6ἐπεὶ δʼ οἱ μὲν Αἰτωλοὶ παρὰ τὴν προσδοκίαν αὐτῶν ἐκ Πελοποννήσου ταχεῖαν ἐποιήσαντο τὴν ἐπάνοδον, ὁ δὲ Φίλιππος ἐκ Μακεδονίας ἔτι θάττω τὴν παρουσίαν, §4.22.7ἀπιστοῦντες οἱ τρεῖς ἑνὶ τῶν δυεῖν Ἀδειμάντῳ διὰ τὸ συνειδέναι μὲν σφίσι πάσας τὰς ἐπιβολάς, μὴ λίαν δὲ τοῖς γινομένοις εὐδοκεῖν, ἠγωνίων μὴ συνεγγίσαντος τοῦ βασιλέως πάντα τὰ πραττόμενα πρὸς τὸν Φίλιππον ἐξηγήσηται.
然而,当埃托利亚人出乎他们的意料,迅速撤离了伯罗奔尼撒,而腓力从马其顿赶来的速度甚至更快时,那三位监察官对另外两位中的一位阿德曼图斯心存疑忌,因为他虽深知他们的一切图谋,却对正在发生的事情并不十分赞同;他们十分焦虑,担心一旦国王逼近,他会把所有勾当都对腓力全盘托出。
§4.22.8διʼ ἃ δὴ συλλαλήσαντές τισι τῶν νέων ἐκήρυττον εἰς τὸ τῆς Χαλκιοίκου τέμενος μετὰ τῶν ὅπλων ἰέναι τοὺς ἐν ταῖς ἡλικίαις, ὡς τῶν Μακεδόνων ἐπὶ τὴν πόλιν παραγινομένων.
于是,他们与一些青年密谋,便以马其顿人正向城邦逼近为借口,发布通告让处于服役年龄的人携带武器前往“铜屋”女神圣所。
§4.22.9ταχὺ δὲ διὰ τὸ παράδοξον ἁθροισθέντων, δυσαρεστῶν Ἀδείμαντος τοῖς γινομένοις ἐπειρᾶτο προπορευθεὶς παρακαλεῖν καὶ διδάσκειν διότι" §4.22.10πρῴην ἔδει τὰ κηρύγματα ταῦτα καὶ τοὺς ἁθροισμοὺς τοὺς ἐν τοῖς ὅπλοις παραγγέλλειν, καθʼ ὃν καιρὸν τοὺς Αἰτωλοὺς πολεμίους ὄντας ἠκούομεν τοῖς ὅρους τῆς χώρας ἡμῶν συνεγγίζειν, οὐ νῦν, ὅτε Μακεδόνας τοὺς εὐεργέτας καὶ σωτῆρας πυνθανόμεθα πλησιάζειν μετὰ τοῦ βασιλέωσ"
由于事出突然,人们迅速聚集了起来,阿德曼图斯对正在发生的事极其反感,便走上前去,试图劝说并指教众人说: “这番通告和持械集会的命令,本该在以前、也就是我们听说身为敌人的埃托利亚人正逼近我们国境的时候发布,而不是在现在——当我们听说身为恩人和救星的马其顿人正伴随国王临近的时候。
§4.22.11. ἔτι δʼ αὐτοῦ ταῦτʼ ἀνακρουομένου, προσπεσόντες οἱ παρακεκλημένοι τῶν νέων τοῦτόν τε συνεκέντησαν καὶ μετὰ τούτου Σθενέλαον, Ἀλκαμένη, Θυέστην, Βιωνίδαν, ἑτέρους τῶν πολιτῶν καὶ πλείους.
” 当他还在发表这些议论时,那些被指使的青年们一拥而上,将他刺死,一同遇害的还有斯塞内劳斯、阿尔卡梅内斯、提埃斯忒斯、比奥尼达斯以及其他多位市民。
§4.22.12οἱ δὲ περὶ Πολυφόνταν καί τινες ἅμα τούτοις ἐμφρόνως προϊδόμενοι τὸ μέλλον,
而波吕丰塔斯及其同伙,以及与他们一同明智地预见到未来的一些人,