§4.21.1οἱ νέοι.
青年たち(がそうするのである)。
ταῦτά τέ μοι δοκοῦσιν οἱ πάλαι παρεισαγαγεῖν οὐ τρυφῆς καὶ περιουσίας χάριν, ἀλλὰ θεωροῦντες μὲν τὴν ἑκάστων αὐτουργίαν καὶ συλλήβδην τὸ τῶν βίων ἐπίπονον καὶ σκληρόν, θεωροῦντες δὲ τὴν τῶν ἠθῶν αὐστηρίαν, ἥτις αὐτοῖς παρέπεται διὰ τὴν τοῦ περιέχοντος ψυχρότητα καὶ στυγνότητα τὴν κατὰ τὸ πλεῖστον ἐν τοῖς τόποις ὑπάρχουσαν, ᾧ συνεξομοιοῦσθαι πεφύκαμεν πάντες ἄνθρωποι κατʼ ἀνάγκην·
そして、昔の人々はこれらを贅沢や余暇のために導入したのではなく、各人の手ずからの労働と、総じてその生活の労苦に満ち、過酷であることを考慮し、また、気質の厳格さを考慮したからであると私は思う。 この気質は、彼らの地域に主に存在する、彼らを取り巻く環境の冷涼さと陰鬱さのために彼らに伴うものであり、これに対して我々すべての人間は必然的に同化する性質を持っている。
§4.21.2οὐ γὰρ διʼ ἄλλην, διὰ δὲ ταύτην τὴν αἰτίαν κατὰ τὰς ἐθνικὰς καὶ τὰς ὁλοσχερεῖς διαστάσεις πλεῖστον ἀλλήλων διαφέρομεν ἤθεσί τε καὶ μορφαῖς καὶ χρώμασιν, ἔτι δὲ τῶν ἐπιτηδευμάτων τοῖς πλείστοις.
というのも、他の理由ではなく、まさにこの原因のために、我々は民族的および大まかな地理的区分において、気質や容姿や皮膚の色、さらには多くの習慣において互いに最も大きく異なっているからである。
§4.21.3βουλόμενοι δὲ μαλάττειν καὶ κιρνᾶν τὸ τῆς φύσεως αὔθαδες καὶ σκληρόν, τά τε προειρημένα πάντα παρεισήγαγον, καὶ πρὸς τούτοις συνόδους κοινὰς καὶ θυσίας πλείστας ὁμοίως ἀνδράσι καὶ γυναιξὶ κατείθισαν, ἔτι δὲ χοροὺς παρθένων ὁμοῦ καὶ παίδων,
そして、本性の強情さと頑なさを和らげ、調和させようと望んで、彼らは上述のすべての習慣を導入し、これに加えて、男女ともに同様に参加する共同の集会や数多くの生贄の儀式を習慣づけ、さらには乙女たちと少年たちがとも行う合唱舞踊をも習慣づけた。
§4.21.4καὶ συλλήβδην πᾶν ἐμηχανήσαντο, σπεύδοντες τὸ τῆς ψυχῆς ἀτέραμνον διὰ τῆς τῶν ἐθισμῶν κατασκευῆς ἐξημεροῦν καὶ πραΰνειν.
そして総じて、あらゆる手段を講じ、習慣の組織化を通じて、魂の頑なさをおだやかにし、和らげることに努めた。
§4.21.5ὧν Κυναιθεῖς ὀλιγωρήσαντες εἰς τέλος, καὶ ταῦτα. πλείστης δεόμενοι τῆς τοιαύτης ἐπικουρίας διὰ τὸ σκληρότατον παρὰ πολὺ τῆς Ἀρκαδίας ἔχειν ἀέρα καὶ τόπον, πρὸς αὐτὰς δὲ τὰς ἐν ἀλλήλοις διατριβὰς καὶ φιλοτιμίας ὁρμήσαντες, §4.21.6τέλος ἀπεθηριώθησαν οὕτως ὥστε μηδʼ ἐν ὁποίᾳ γεγονέναι τῶν Ἑλληνίδων πόλεων ἀσεβήματα μείζονα καὶ συνεχέστερα.
キュナイタ人は、これらのことを完全に無視し、しかも、アルカディアの中で群を抜いて最も過酷な気候と土地を有しているために、このような助けを最も必要としていたにもかかわらず、互いの間の不和を伴う交際や競争心のみに突っ走った結果、最後には、他のどのギリシア人の都市国家においても生じなかったほど、より重大で、より絶え間のない不敬虔な悪行が引き起こされるほどに野獣化した。
§4.21.7σημεῖον δὲ τῆς Κυναιθέων ἀτυχίας περὶ τοῦτο τὸ μέρος καὶ τῆς τῶν ἄλλων Ἀρκάδων τοῖς τοιούτοις τῶν ἐπιτηδευμάτων δυσαρεστήσεως·
この点に関するキュナイタ人の不幸と、このような行いに対する他のアルカディア人たちの嫌悪を示す証拠は、以下の通りである。
§4.21.8καθʼ οὓς γὰρ καιροὺς τὴν μεγάλην σφαγὴν ποιήσαντες Κυναιθεῖς ἐπρέσβευσαν πρὸς Λακεδαιμονίους, εἰς ἃς πόλεις ποτʼ Ἀρκαδικὰς εἰσῆλθον κατὰ τὴν ὁδόν, οἱ μὲν ἄλλοι παραχρῆμα πάντες αὐτοὺς ἐξεκήρυξαν,
というのも、キュナイタ人が大虐殺を行った後にラケダイモン人へと使節を送った際、道中で彼らが立ち入ったアルカディアのいかなる都市においても、他の人々はみな、ただちに彼らに立ち去るよう布告したからである。
§4.21.9Μαντινεῖς δὲ μετὰ τὴν ἀπαλλαγὴν αὐτῶν καὶ καθαρμὸν ἐποιήσαντο καὶ σφάγια περιήνεγκαν τῆς τε πόλεως κύκλῳ καὶ τῆς χώρας πάσης.
また、マンティネイア人は、彼らが立ち去った後に、浄めの儀式を行い、生贄の獣を市中と全領土の周囲に引き回した。
§4.21.10ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω χάριν τοῦ μὴ διὰ μίαν πόλιν τὸ κοινὸν ἦθος διαβάλλεσθαι τῶν Ἀρκάδων, ὁμοίως δὲ καὶ τοῦ μὴ νομίσαντας ἐνίους τῶν κατοικούντων τὴν Ἀρκαδίαν περιουσίας χάριν τὰ κατὰ μουσικὴν ἐπὶ πλεῖον ἀσκεῖσθαι παρʼ αὑτοῖς ὀλιγωρεῖν ἐγχειρῆσαι τούτου τοῦ μέρους,
さて、これらのことが我々によって語られたのは、一つの都市のせいでアルカディア人共通の気質が非難されることのないようにするためであり、同様に、アルカディアに住む一部の人々が、音楽に関する事柄が自分たちの間で過剰に練習されているのは単なる余裕のためであると考えて、この分野を軽視し始めることのないようにするためである。
§4.21.11ἔτι δὲ καὶ Κυναιθέων ἕνεκεν, ἵνʼ ἄν ποτʼ αὐτοῖς ὁ θεὸς εὖ δῷ, τραπέντες πρὸς παιδείαν ἡμερῶσιν αὑτούς, καὶ μάλιστα ταύτης πρὸς μουσικήν·
さらにまたキュナイタ人のためでもあり、いつの日か神が彼らに幸運を授けるならば、彼らが教養に心を向けて自らを穏やかにし、とりわけその教養の中でも音楽に心を向けるようにするためである。
οὕτως γὰρ μόνως ἂν λήξαιεν τῆς τότε περὶ αὐτοὺς γενομένης ἀγριότητος.
このようにしてのみ、彼らは当時彼らを支配していた野蛮さから脱することができるであろうから。
§4.21.12ἡμεῖς δʼ ἐπειδὴ τὰ περὶ Κυναιθέων ὑποπίπτοντα δεδηλώκαμεν, αὖτις ἐπὶ τὴν ἐκτροπὴν ἐπάνιμεν.
しかし、我々はキュナイタ人に関して生じた事柄を明らかにしたので、再び本筋からそれた箇所から元に戻ることにする。