§4.22.1Αἰτωλοὶ μὲν οὖν τοιαῦτα διεργασάμενοι κατὰ τὴν Πελοπόννησον ἧκον εἰς τὴν οἰκείαν ἀσφαλῶς. §4.22.2Φίλιππος δὲ μετὰ δυνάμεως βοηθῶν τοῖς Ἀχαιοῖς παρῆν εἰς Κόρινθον· ὑστερήσας δὲ τοῦ καιροῦ διαπέστειλε βιβλιαφόρους πρὸς πάντας τοὺς συμμάχους, παρακαλῶν πέμπειν ἑκάστους παρʼ αὑτῶν κατὰ σπουδὴν εἰς Κόρινθον τοὺς βουλευσομένους ὑπὲρ τῶν κοινῇ συμφερόντων. §4.22.3αὐτὸς δʼ ἀναζεύξας ὡς ἐπὶ Τεγέας προῆγε, πυνθανόμενος τοὺς Λακεδαιμονίους εἰς σφαγὰς καὶ ταραχὰς ἐμπεπτωκέναι πρὸς ἀλλήλους. §4.22.4οἱ γὰρ Λακεδαιμόνιοι συνήθεις ὄντες βασιλεύεσθαι καὶ πάντως τοῖς προεστῶσι πειθαρχεῖν, τότε προσφάτως μὲν ἠλευθερωμένοι διʼ Ἀντιγόνου, βασιλέως δʼ οὐχ ὑπάρχοντος παρʼ αὐτοῖς, ἐστασίαζον πρὸς σφᾶς, πάντες ὑπολαμβάνοντες ἴσον αὑτοῖς μετεῖναι τῆς πολιτείας. §4.22.5τὰς μὲν οὖν ἀρχὰς οἱ μὲν δύο τῶν ἐφόρων ἄδηλον εἶχον τὴν γνώμην, οἱ δὲ τρεῖς ἐκοινώνουν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων, πεπεισμένοι διὰ τὴν ἡλικίαν τὸν Φίλιππον οὐδέπω δυνήσεσθαι τοῖς κατὰ τὴν Πελοπόννησον πράγμασιν ἐπαρκεῖν. §4.22.6ἐπεὶ δʼ οἱ μὲν Αἰτωλοὶ παρὰ τὴν προσδοκίαν αὐτῶν ἐκ Πελοποννήσου ταχεῖαν ἐποιήσαντο τὴν ἐπάνοδον, ὁ δὲ Φίλιππος ἐκ Μακεδονίας ἔτι θάττω τὴν παρουσίαν, §4.22.7ἀπιστοῦντες οἱ τρεῖς ἑνὶ τῶν δυεῖν Ἀδειμάντῳ διὰ τὸ συνειδέναι μὲν σφίσι πάσας τὰς ἐπιβολάς, μὴ λίαν δὲ τοῖς γινομένοις εὐδοκεῖν, ἠγωνίων μὴ συνεγγίσαντος τοῦ βασιλέως πάντα τὰ πραττόμενα πρὸς τὸν Φίλιππον ἐξηγήσηται. §4.22.8διʼ ἃ δὴ συλλαλήσαντές τισι τῶν νέων ἐκήρυττον εἰς τὸ τῆς Χαλκιοίκου τέμενος μετὰ τῶν ὅπλων ἰέναι τοὺς ἐν ταῖς ἡλικίαις, ὡς τῶν Μακεδόνων ἐπὶ τὴν πόλιν παραγινομένων. §4.22.9ταχὺ δὲ διὰ τὸ παράδοξον ἁθροισθέντων, δυσαρεστῶν Ἀδείμαντος τοῖς γινομένοις ἐπειρᾶτο προπορευθεὶς παρακαλεῖν καὶ διδάσκειν διότι" §4.22.10πρῴην ἔδει τὰ κηρύγματα ταῦτα καὶ τοὺς ἁθροισμοὺς τοὺς ἐν τοῖς ὅπλοις παραγγέλλειν, καθʼ ὃν καιρὸν τοὺς Αἰτωλοὺς πολεμίους ὄντας ἠκούομεν τοῖς ὅρους τῆς χώρας ἡμῶν συνεγγίζειν, οὐ νῦν, ὅτε Μακεδόνας τοὺς εὐεργέτας καὶ σωτῆρας πυνθανόμεθα πλησιάζειν μετὰ τοῦ βασιλέωσ" §4.22.11. ἔτι δʼ αὐτοῦ ταῦτʼ ἀνακρουομένου, προσπεσόντες οἱ παρακεκλημένοι τῶν νέων τοῦτόν τε συνεκέντησαν καὶ μετὰ τούτου Σθενέλαον, Ἀλκαμένη, Θυέστην, Βιωνίδαν, ἑτέρους τῶν πολιτῶν καὶ πλείους. §4.22.12οἱ δὲ περὶ Πολυφόνταν καί τινες ἅμα τούτοις ἐμφρόνως προϊδόμενοι τὸ μέλλον,
So the Aetolians, having accomplished such things in the Peloponnese, returned safely to their own country. Meanwhile, Philip, coming with a force to help the Achaeans, arrived at Corinth; but having missed the opportunity, he dispatched letter-carriers to all the allies, urging each to send representatives from among themselves in haste to Corinth to deliberate on their common interests. He himself, breaking up his camp, advanced towards Tegea, having heard that the Lacedaemonians had fallen into mutual massacres and disturbances. For the Lacedaemonians, who were accustomed to being ruled by kings and to obeying their leaders in all things, but had then recently been liberated by Antigonus, and had no king living among them, fell into strife among themselves, everyone assuming that they had an equal share in the constitution. Now at first, two of the ephors kept their opinion secret, while the other three shared in the designs of the Aetolians, being convinced that Philip, on account of his youth, would not yet be able to cope with the affairs of the Peloponnese. But when the Aetolians, contrary to their expectation, made a rapid retreat from the Peloponnese, and Philip made an even more rapid appearance from Macedonia, the three ephors, distrusting Adeimantus, one of the other two, because he was privy to all their designs but did not very well approve of what was being done, were anxious lest, as the king drew near, he should disclose all their transactions to Philip. Therefore, having consulted with some of the young men, they made a proclamation that those of military age should go with their arms to the precinct of Athene of the Brazen House, on the pretext that the Macedonians were marching upon the city. When they had quickly assembled owing to the unexpectedness of the order, Adeimantus, displeased with what was going on, came forward and tried to exhort and instruct them, saying: 'Such proclamations and armed assemblies should have been ordered on the previous occasion, at the time when we heard that our enemies the Aetolians were approaching the borders of our territory, and not now, when we learn that our benefactors and saviours, the Macedonians, are drawing near with their king.' While he was still urging these arguments, the suborned young men rushed upon him and stabbed him to death, and with him Sthenelaus, Alcamenes, Thyestes, Bionidas, and many other citizens. But Polyphontas and his party, together with some others who wisely foresaw the future,