§4.1.1ἐν μὲν τῇ πρὸ ταύτης βύβλῳ τὰς αἰτίας ἐδηλώσαμεν τοῦ δευτέρου συστάντος Ῥωμαίοις καὶ Καρχηδονίοις πολέμου καὶ τὰ περὶ τῆς εἰσβολῆς τῆς εἰς Ἰταλίαν Ἀννίβου διήλθομεν,
前の巻において、我々はローマ人とカルタゴ人の間に生じた第二次戦争の原因を明らかにし、ハンニバルのイタリア侵入に関する事柄を叙述した。
§4.1.2πρὸς δὲ τούτοις ἐξηγησάμεθα τοὺς γενομένους αὐτοῖς ἀγῶνας πρὸς ἀλλήλους μέχρι τῆς μάχης τῆς περὶ τὸν Αὔφιδον ποταμὸν καὶ πόλιν Κάνναν γενομένης.
さらにこれらに加えて、アウフィドゥス川とカンナエの町の周辺で起こった戦いに至るまでの、彼ら互いの間の戦闘について説明した。
§4.1.3νῦν δὲ τὰς Ἑλληνικὰς διέξιμεν πράξεις τὰς κατὰ τοὺς αὐτοὺς καιροὺς ἐπιτελεσθείσας τοῖς προειρημένοις καὶ ἀπὸ τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος,
そして今や、我々は、上述の事柄と同じ時期に、かつ第百四十回オリンピアードから遂行されたギリシアの出来事を詳述することにする。
§4.1.4πρότερον ἀναμνήσαντες διὰ βραχέων τοὺς ἐντυγχάνοντας τῇ πραγματείᾳ τῆς κατασκευῆς, ἣν ἐν τῇ δευτέρᾳ βύβλῳ περὶ τῶν Ἑλληνικῶν ἐποιησάμεθα, καὶ μάλιστα περὶ τοῦ τῶν Ἀχαιῶν ἔθνους, διὰ τὸ καὶ τοῦτο τὸ πολίτευμα παράδοξον ἐπίδοσιν λαβεῖν εἴς τε τοὺς πρὸ ἡμῶν καὶ καθʼ ἡμᾶς καιρούς.
ただしその前に、この著作を読む人々に対して、第二巻でギリシアの事柄について、とりわけアカイア人の民族について行った予備的な説明を簡潔に思い起こさせることとする。 なぜなら、この国制もまた、我々の前の時代および我々の時代にかけて、驚くべき発展を遂げたからである。
§4.1.5ἀρξάμενοι γὰρ ἀπὸ Τισαμενοῦ τῶν Ὀρέστου παίδων ἑνός, καὶ φήσαντες αὐτοὺς ἀπὸ μὲν τούτου βασιλευθῆναι κατὰ γένος ἕως εἰς Ὤγυγον, μετὰ δὲ ταῦτα καλλίστῃ προαιρέσει χρησαμένους δημοκρατικῆς πολιτείας τὸ μὲν πρῶτον ὑπὸ τῶν ἐκ Μακεδονίας βασιλέων διασπασθῆναι κατὰ πόλεις καὶ κώμας,
というのも、我々はオレステスの子らの一人であるティサメノスから始めて、彼らがこの者からオギュゴスに至るまで代々王制によって支配されたこと、しかしその後に民主政体という最も優れた志向を採用したものの、最初はマケドニアの王たちによって都市や村ごとに分裂させられたことを述べたからである。
§4.1.6ἑξῆς δὲ τούτοις ἐπεβαλόμεθα λέγειν πῶς αὖθις ἤρξαντο συμφρονεῖν καὶ πότε καὶ τίνες αὐτοῖς πρῶτοι συνέστησαν.
これに続いて、彼らがどのようにして再び協調し始めたのか、またいつ、誰が最初に彼らを結集させたのかを述べることに着手した。
§4.1.7τούτοις δʼ ἑπομένως ἐδηλώσαμεν τίνι τρόπῳ καὶ ποίᾳ προαιρέσει προσαγόμενοι τὰς πόλεις ἐπεβάλοντο Πελοποννησίους πάντας ὑπὸ τὴν αὐτὴν ἄγειν ὀνομασίαν καὶ πολιτείαν.
これに準じて、彼らがどのような方法で、またどのような意図をもって諸都市を引き入れつつ、ペロポネソス人全員を同一の名称と同一の国制のもとに置ようと企てたのかを明らかにした。
§4.1.8καθολικῶς δὲ περὶ τῆς προειρημένης ἐπιβολῆς ἀποφηνάμενοι, μετὰ ταῦτα τῶν κατὰ μέρος ἔργων κατὰ τὸ συνεχὲς ἐπιψαύοντες εἰς τὴν Κλεομένους τοῦ Λακεδαιμονίων βασιλέως ἔκπτωσιν κατηντήσαμεν.
その上述の企てについて総括的に言明した上で、その後に個々の出来事に順次触れつつ、スパルタの王クレオメネスの追放に至った。
§4.1.9συγκεφαλαιωσάμενοι δὲ τὰς ἐκ τῆς προκατασκευῆς πράξεις ἕως τῆς Ἀντιγόνου καὶ Σελεύκου καὶ Πτολεμαίου τελευτῆς, ἐπειδὴ περὶ τοὺς αὐτοὺς καιροὺς πάντες οὗτοι μετήλλαξαν, λοιπὸν ἐπηγγειλάμεθα τῆς αὑτῶν πραγματείας ἀρχὴν ποιήσασθαι τὰς ἑξῆς τοῖς προειρημένοις πράξεις,
そして、予備的な記述から、アンティゴノス、セレウコス、プトレマイオスの死に至るまでの出来事を要約したが、これらすべての王がほぼ同じ時期に世を去ったため、我々は自らの本論の開始を、上述の事柄に続く歴史的出来事とすることをその後に約束したのである。