Humanitext Reader

波利比奥斯 · 历史 §4.1.1-4.1.9

希腊史叙述的开启与阿凯亚同盟概述

第 278 段,共 1311 段 · 希腊语

内容简介

作者回顾了前几卷关于罗马与迦太基战争的叙述,并指出本卷将开始阐述同一时期的希腊历史。作为导入,他概述了第二卷中关于阿凯亚同盟兴起与发展的初步叙述要点。

§4.1.1ἐν μὲν τῇ πρὸ ταύτης βύβλῳ τὰς αἰτίας ἐδηλώσαμεν τοῦ δευτέρου συστάντος Ῥωμαίοις καὶ Καρχηδονίοις πολέμου καὶ τὰ περὶ τῆς εἰσβολῆς τῆς εἰς Ἰταλίαν Ἀννίβου διήλθομεν, §4.1.2πρὸς δὲ τούτοις ἐξηγησάμεθα τοὺς γενομένους αὐτοῖς ἀγῶνας πρὸς ἀλλήλους μέχρι τῆς μάχης τῆς περὶ τὸν Αὔφιδον ποταμὸν καὶ πόλιν Κάνναν γενομένης.
在本书之前的一卷中,我们阐明了罗马人与迦太基人之间爆发的第二次战争的原因,并叙述了汉尼拔入侵意大利的经过,此外,我们还阐明了他们之间互相进行的战斗,直至在奥菲杜斯河和坎奈城附近发生的那场战役为止。
§4.1.3νῦν δὲ τὰς Ἑλληνικὰς διέξιμεν πράξεις τὰς κατὰ τοὺς αὐτοὺς καιροὺς ἐπιτελεσθείσας τοῖς προειρημένοις καὶ ἀπὸ τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος, §4.1.4πρότερον ἀναμνήσαντες διὰ βραχέων τοὺς ἐντυγχάνοντας τῇ πραγματείᾳ τῆς κατασκευῆς, ἣν ἐν τῇ δευτέρᾳ βύβλῳ περὶ τῶν Ἑλληνικῶν ἐποιησάμεθα, καὶ μάλιστα περὶ τοῦ τῶν Ἀχαιῶν ἔθνους, διὰ τὸ καὶ τοῦτο τὸ πολίτευμα παράδοξον ἐπίδοσιν λαβεῖν εἴς τε τοὺς πρὸ ἡμῶν καὶ καθʼ ἡμᾶς καιρούς.
而现在,我们将详细叙述在与前述相同时期、并自第一百四十届奥林匹亚德起所完成的希腊事件,在此之前,先简要地向阅读本著作的人提示我们在第二卷中关于希腊事务、特别是关于阿凯亚人部落所作的初步概述,因为这一政体在我们之前以及我们的时代也都取得了惊人的发展。
§4.1.5ἀρξάμενοι γὰρ ἀπὸ Τισαμενοῦ τῶν Ὀρέστου παίδων ἑνός, καὶ φήσαντες αὐτοὺς ἀπὸ μὲν τούτου βασιλευθῆναι κατὰ γένος ἕως εἰς Ὤγυγον, μετὰ δὲ ταῦτα καλλίστῃ προαιρέσει χρησαμένους δημοκρατικῆς πολιτείας τὸ μὲν πρῶτον ὑπὸ τῶν ἐκ Μακεδονίας βασιλέων διασπασθῆναι κατὰ πόλεις καὶ κώμας, §4.1.6ἑξῆς δὲ τούτοις ἐπεβαλόμεθα λέγειν πῶς αὖθις ἤρξαντο συμφρονεῖν καὶ πότε καὶ τίνες αὐτοῖς πρῶτοι συνέστησαν.
因为我们从俄瑞斯忒斯诸子之一的提萨梅诺斯开始,指出他们自此人起通过世代相袭的王政被统治,直至欧吉戈斯,而在此之后,他们采用了民主政体这一极好的志向,但起初却被来自马其顿的诸王按城市和村庄分割瓦解,紧接着这些,我们着手叙述他们如何重新开始协调一致,以及在何时、由谁首先将他们联合起来。
§4.1.7τούτοις δʼ ἑπομένως ἐδηλώσαμεν τίνι τρόπῳ καὶ ποίᾳ προαιρέσει προσαγόμενοι τὰς πόλεις ἐπεβάλοντο Πελοποννησίους πάντας ὑπὸ τὴν αὐτὴν ἄγειν ὀνομασίαν καὶ πολιτείαν.
与此相续,我们表明了他们以何种方式、怀着何种意图,通过争取各个城市,企图将所有伯罗奔尼撒人置于同一名称与政体之下。
§4.1.8καθολικῶς δὲ περὶ τῆς προειρημένης ἐπιβολῆς ἀποφηνάμενοι, μετὰ ταῦτα τῶν κατὰ μέρος ἔργων κατὰ τὸ συνεχὲς ἐπιψαύοντες εἰς τὴν Κλεομένους τοῦ Λακεδαιμονίων βασιλέως ἔκπτωσιν κατηντήσαμεν.
在对上述企图进行了总体阐述之后,随后我们连续触及具体事件,最终写到拉刻代蒙人的国王克里昂米尼的垮台。
§4.1.9συγκεφαλαιωσάμενοι δὲ τὰς ἐκ τῆς προκατασκευῆς πράξεις ἕως τῆς Ἀντιγόνου καὶ Σελεύκου καὶ Πτολεμαίου τελευτῆς, ἐπειδὴ περὶ τοὺς αὐτοὺς καιροὺς πάντες οὗτοι μετήλλαξαν, λοιπὸν ἐπηγγειλάμεθα τῆς αὑτῶν πραγματείας ἀρχὴν ποιήσασθαι τὰς ἑξῆς τοῖς προειρημένοις πράξεις,
我们总结了从初步叙述起直至安提柯、塞琉古和托勒密去世为止的事件,既然所有这些国王都在大约相同的时期相继离世,我们此后便承诺以紧接前述事件之后的历史作为我们自己本论的开端,

词汇与语法注释

  1. §4.1.4τῆς κατασκευῆς — 指“初步叙述”或“前史”。波里比阿使用 κατασκευή(或 προκατασκευή)来指代在第3卷正式进入主线历史之前,第1卷和第2卷中的导入性历史叙述(特别是关于阿凯亚同盟的历史)。
  2. §4.1.5φήσαντες αὐτοὺς ἀπὸ μὲν τούτου βασιλευθῆναι — 对格不代词/不定式结构(αὐτοὺς βασιλευθῆναι... 以及随后的 διασπασθῆναι)作为分词 φήσαντες 的补足成分。对格代词 αὐτούς 指代前文中的“阿凯亚人部落(ἔθνους)”。
  3. §4.1.9ἕως τῆς Ἀντιγόνου καὶ Σελεύκου καὶ Πτολεμαίου τελευτῆς — 由介词 ἕως(直到)引导的名词短语。这指的是希腊化时期的三位国王(安提柯三世·多松、塞琉古三世、托勒密三世)在大约相同的时间(公元前220年左右)相继去世,这标志着波里比阿初步叙述(前史)的终点,也是其本论的起点。

引用这一段

波利比奥斯, 历史 §4.1.1-4.1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.1.1-4.1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。