§38.2.1μέγιστον ἡ τύχη δοκεῖ φόβον ἐπιστῆσαι τοῖς Ἕλλησι κατὰ τὴν Ξέρξου διάβασιν εἰς τὴν Εὐρώπην·
運命は、クセルクセスのヨーロッパへの渡航の際に、ギリシア人に最大の恐怖をもたらしたと思われる。
τότε γὰρ ἐκινδύνευσαν μὲν πάντες,
というのも、その時、すべての人々が危険にさらされたが、完全に破滅した者は極めて少なかった。
§38.2.2ἔπταισαν δὲ τελέως ὀλίγιστοι, μάλιστα δὲ τούτων Ἀθηναῖοι·
その中でもとりわけ、アテナイ人であった。
§38.2.3προϊδόμενοι γὰρ ἐμφρόνως τὸ μέλλον ἐξέλιπον τὴν πατρίδα μετὰ τέκνων καὶ γυναικῶν.
なぜなら、彼らは賢明にも未来を予見し、子供や妻たちとともに祖国を退去したからである。
§38.2.4βλάβην μὲν οὖν ὁ καιρὸς αὐτοῖς ἐπήνεγκε·
それゆえ、状況は彼らに損害をもたらした。
κύριοι γὰρ γενηθέντες οἱ βάρβαροι πικρῶς διέφθειραν τὰς Ἀθήνας·
支配者となった蛮族がアテナイを容赦なく破壊したからである。
οὐ μὴν ὄνειδος οὐδʼ αἰσχύνην, τὸ δʼ ἐναντίον εὔκλειαν παρὰ πᾶσι τοῖς ἀνθρώποις τὴν μεγίστην ἀπηνέγκαντο διότι πάντʼ ἐν ἐλάττονι θέμενοι τῆς αὐτῆς τύχης εἵλαντο κοινωνεῖν τοῖς ἄλλοις Ἕλλησι.
しかしながら、彼らは非難や恥辱を被ったのではなく、それどころか、すべての人々の間で最大の栄誉を勝ち得た。 なぜなら、すべてのことを、同じ運命を共有することよりも二次的なものと考え、他のギリシア人たちと苦楽を共にすることを選んだからである。
§38.2.5τοιγαροῦν καλῇ χρησάμενοι προαιρέσει, παρὰ πόδας οὐ μόνον ἀνεκτήσαντο τὴν πατρίδα καὶ τὴν ἑαυτῶν χώραν, ἀλλὰ καὶ περὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἡγεμονίας μετʼ ὀλίγον ἠμφισβήτουν πρὸς Λακεδαιμονίους.
それゆえ、高潔な選択をした彼らは、まもなく祖国と自らの領土を奪回しただけでなく、それから間もなく、他のギリシア人に対する覇権をめぐってラケダイモン人と争うようになった。
§38.2.6μετὰ δὲ ταῦτα πάλιν ὑπὸ Σπαρτιατῶν καταπολεμηθέντες εἰς τοῦτʼ ἀνάγκης ἦλθον ὥστε καθελεῖν τὰ τείχη τῆς αὑτῶν πατρίδος.
しかしこの後、再びスパルタ人によって戦争で打ち破られ、自国の城壁を取り壊さざるを得ない窮地にまで追い込まれた。
§38.2.7ἀλλὰ καὶ τοῦτο Λακεδαιμονίων, οὐκ Ἀθηναίων ἄν τις εἶναι φήσειε τοὔγκλημα, διότι βαρύτερον ἐχρήσαντο τῇ δοθείσῃ σφίσι παρὰ τῆς τύχης ἐξουσίᾳ.
しかし、このことでさえ、アテナイ人ではなくラケダイモン人の罪であると人は言うだろう。 なぜなら、彼らが運命から与えられた権力をより過酷に行使したからである。
§38.2.8Σπαρτιᾶται δʼ ἡττηθέντες ὑπὸ Θηβαίων πάλιν ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν καὶ μετὰ ταῦτα τῆς τῶν ἐκτὸς ἀρχῆς ἀποστάντες συνεκλείσθησαν εἰς τοὺς τῆς Λακωνικῆς ὅρους.
他方、スパルタ人はテーバイ人に敗れてギリシアの覇権を再び失い、その後は国外の支配から退いて、ラコニアの境界の内に閉じ込められた。
§38.2.9καὶ τί δὴ τοῦτʼ αἰσχρόν, εἰ περὶ τῶν καλλίστων ἀμφισβητοῦντες ἐπὶ τοσοῦτον ἔπταισαν ὥστε πάλιν ἐπὶ τὴν πάτριον ἀναχωρῆσαι δυναστείαν;
そして、最も名誉あるものを巡って争い、先祖伝来の支配領域へと退くほどの失敗をしたからといって、このことのどこが恥ずべきことであろうか。
§38.2.10διὸ τὰ γεγονότα ταῦτα συμπτώματα μὲν εἶναι φατέον, ἀτυχήματα δʼ οὐδαμῶς ῥητέον.
それゆえ、これらの出来事は事変と言われるべきであり、決して不幸と呼ばれてはならない。
§38.2.11Μαντινεῖς ἠναγκάσθησαν ἐκλιπεῖν τὴν πατρίδα διοικισθέντες ὑπὸ Λακεδαιμονίων καὶ διασπασθέντες οἰκῆσαι κατὰ κώμας·
マンティネイア人は、ラケダイモン人によって共同体を解体され、分散されて村々に住まわされ、祖国を退去することを余儀なくされた。
§38.2.12ἀλλὰ πάντες ἐπὶ τούτοις οὐ τὴν τῶν Μαντινέων ἀβουλίαν, ἀλλὰ τὴν Λακεδαιμονίων ὠνείδιζον.
しかし、誰もがこのことについて、マンティネイア人の無分別を非難するのではなく、ラケダイモン人を非難した。
§38.2.13Θηβαῖοι μετά τινα χρόνον ἄρδην ἐπεῖδον τὴν αὑτῶν πατρίδα γενομένην ἀνάστατον, ὅτε προθέμενος Ἀλέξανδρος εἰς τὴν Ἀσίαν διαβαίνειν ὑπέλαβε διὰ τῆς εἰς Θηβαίους τιμωρίας τῷ φόβῳ φρουρήσειν τοὺς Ἕλληνας κατὰ τοὺς ἰδίους περισπασμούς·
テーバイ人は、しばらくの後に、自分たちの祖国が完全に荒廃するのを目の当たりにした。 それは、アレクサンドロスがアジアへの渡航を企てた際、テーバイ人に対する懲罰によって、自分が他のことに気を取られている間、恐怖によってギリシア人たちを監視下に置こうと考えた時のことであった。
§38.2.14ἀλλὰ τότε πάντες ἠλέουν μὲν τοὺς Θηβαίους ὡς ἄδικα καὶ δεινὰ πεπονθότας, διεδικαίου δὲ τὴν πρᾶξιν ταύτην οὐδεὶς
しかし、その時、誰もがテーバイ人を、不当で恐ろしい目に遭った者たちとして憐れみ、この行為を正当とした者は一人もいなかった。