§38.3.1Ἀλεξάνδρου.
[アレクサンドロスの行為をである。
τοιγαροῦν βραχεῖ χρόνῳ τυχόντες ἐπικουρίας τινὸς αὖθις ᾤκουν τὴν πατρίδα μετʼ ἀσφαλείας.
]それゆえ彼らは、短い時間のうちに何らかの支援を得て、再び安全に祖国に居住した。
§38.3.2ὁ γὰρ παρὰ τῶν ἐκτὸς ἔλεος οὐ μικρὸν ἐπίχειρόν ἐστι τοῖς ἀδίκως ἀκληροῦσιν, εἴ γε πολλάκις ἰδεῖν ἔστιν ἅμα ταῖς τῶν πολλῶν ὁρμαῖς καὶ τὴν τύχην μεταβαλλομένην καὶ τοὺς κρατοῦντας αὐτοὺς μεταμελομένους καὶ διορθουμένους τὰς τῶν παραλόγως ἠτυχηκότων περιπετείας.
というのも、部外者たちからの同情は、不当に不運を被っている人々にとって小さからぬ報酬となる。 なぜなら、多くの人々の衝動とともに、運命もまた変化し、支配者たち自身が後悔して、不条理に不幸となった人々の逆境を是正するのをしばしば目にすることができるからである。
§38.3.3πάλιν ἐπείθοντο κατά τινας καιροὺς Χαλκιδεῖς καὶ Κορίνθιοι καί τινες ἕτεραι πόλεις διὰ τὴν τῶν τόπων εὐφυΐαν τοῖς ἐν Μακεδονίᾳ βασιλεῦσι καὶ φρουρὰς εἶχον·
他方、ある時期には、カルキス人やコリントス人、およびその他のいくつかの都市が、その土地の地政学的な好都合さのゆえに、マケドニアの王たちに従属し、守備隊を置かれていた。
§38.3.4ἀλλὰ τοὺς μὲν δουλεύοντας πάντες ἐσπούδαζον κατὰ δύναμιν ἐλευθεροῦν, τοὺς δὲ καταδουλωσαμένους ἐμίσουν καὶ πολεμίους ἡγοῦντο διὰ τέλους.
しかし、隷属している人々を解放することに誰もが力に応じて熱心であり、隷属させた人々を憎み、終始敵とみなした。
§38.3.5καθόλου δὲ κατὰ πόλεις ἔπταιον καὶ κατὰ πόλιν ἐσφάλλοντο τὸν πρὸ τοῦ χρόνον ὡς ἐπίπαν, οἱ μὲν ὑπὲρ ἡγεμονίας καὶ πραγμάτων ἀμφισβητοῦντες, οἱ δʼ ὑπὸ μονάρχων καὶ βασιλέων παρασπονδούμενοι·
総じて、それ以前の時代には、都市の単位で人々はつまずき、概して都市ごとに失敗を犯した。 ある者は覇権や国政をめぐって争い、またある者は君主や王たちによって条約を破られた。
§38.3.6διὸ καὶ σπανίους ἂν εὕροις οἷς ὄνειδος ἠκολούθει τῶν ἀκληρούντων ἢ καὶ τὸ τῆς ἀτυχίας ὄνομα διέμενεν·
それゆえ、不運を被った人々の中で非難が付きまとった者や、あるいは「不幸」という名が残った者は、稀にしか見出せないだろう。
§38.3.7ἀκληρεῖν μὲν γὰρ ἅπαντας ἡγητέον καὶ κοινῇ καὶ κατʼ ἰδίαν τοὺς παραλόγοις συμφοραῖς περιπίπτοντας, ἀτυχεῖν δὲ μόνους τούτους οἷς διὰ τὴν ἰδίαν ἀβουλίαν ὄνειδος αἱ πράξεις ἐπιφέρουσι.
なぜなら、予想外の災難に見舞われる人々はすべて、公的にも私的にも「不運を被っている」とみなすべきであるが、「不幸である」とみなすべきなのは、自らの無分別のゆえに、その行為が非難をもたらす人々だけだからである。
§38.3.8κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς ἠτύχησαν ἅμα Πελοποννήσιοι, Βοιωτοί, Φωκεῖς, εῖς, Λοκροί, τινὲς τῶν τὸν Ἰόνιον κατοικούντων κόλπον, μετὰ δὲ τούτους ἔτι Μακεδόνες·
しかし、現在の時期においては、ペロポネソス人、ボイオティア人、フォキス人、[…]人、ロクリス人、イオニア湾沿いに住む人々の一部、そしてこれらに加えてさらにマケドニア人が、同時に不幸を被った。
§38.3.9μὴ μόνον κατὰ τὸ πλῆθος τῶν πρότερον, ἀλλὰ καὶ κατὰ ἐπίπαν οὐκ ἠκλήρησαν, ἀλλʼ ἠτύχησαν ἀτυχίαν αἰσχρὰν ὡς ἔνι μάλιστα καὶ ἐπονείδιστον·
[…]単に以前の人々の数においてだけでなく、全体として[…]彼らは不運を被ったのではなく、極めて恥ずべき、かつ非難されるべき不幸を被ったのである。
§38.3.10ἅμα μὲν γὰρ ἀπιστίαν, ἅμα δʼ ἀνανδρίαν ἔδειξαν, καὶ πράξεις αὐτοῖς ἐπήνεγκαν διὰ τὴν ἀτ.
というのも、彼らは同時に不信と臆病さを示し、[…]のゆえに、その行為が彼らに災いをもたらしたからである。
§38.3.11ἅμα.
[…]同時に。
τοιγαροῦν στερηθέντες πάντων τῶν καλῶν οἱ μὲν ὑπὸ στέ, ἔνιοι δὲ καὶ δ ντες εἰς τὰς πόλεις τότε παρεδέξαντο ῥάβδους καὶ πελέκεις ἐθελο·
それゆえ、あらゆる名誉あるものを奪われ、ある者は[…]の下で、またある者は[…]して、当時、自発的にファスケス(笞と斧)を都市に受け入れた。
§38.3.12ἐν μεγάλῳ γὰρ φόβῳ διὰ τὴν ὑπερβολὴν τῶν ἰδίων ἁμαρτημάτων ἦσαν, εἰ χρ §38.3.13ὴ λέγειν ἰδίων·
なぜなら、彼らは自らの過ちの甚大さのゆえに、大きな恐怖の中にあったからである、もし[…]「自らの」と言うべきであるなら。
ἐγὼ γὰρ ἠγνοηκέναι μὲν φαίην ἂν τοὺς πολλοὺς καὶ παραπεπαικέναι τοῦ καθήκοντος, ἡμαρτηκέναι δὲ τοὺς αἰτίους γεγονότας τῆς ἐπὶ τοσοῦτον ἀγνοίας.
というのも、私は、多くの人々は無知であり、義務から逸脱したのだと言いたいが、これほど大きな無知の原因となった者たちこそが過ちを犯したのだと言いたいからである。