§38.2.1μέγιστον ἡ τύχη δοκεῖ φόβον ἐπιστῆσαι τοῖς Ἕλλησι κατὰ τὴν Ξέρξου διάβασιν εἰς τὴν Εὐρώπην· τότε γὰρ ἐκινδύνευσαν μὲν πάντες, §38.2.2ἔπταισαν δὲ τελέως ὀλίγιστοι, μάλιστα δὲ τούτων Ἀθηναῖοι· §38.2.3προϊδόμενοι γὰρ ἐμφρόνως τὸ μέλλον ἐξέλιπον τὴν πατρίδα μετὰ τέκνων καὶ γυναικῶν.
命运似乎在薛西斯渡海进入欧洲期间,给希腊人带来了最大的恐惧;因为那时所有人都面临危险,但彻底失败的却极少,而其中最甚者是雅典人;因为他们明智地预见了未来,带着妻子儿女撤离了家园。
§38.2.4βλάβην μὲν οὖν ὁ καιρὸς αὐτοῖς ἐπήνεγκε· κύριοι γὰρ γενηθέντες οἱ βάρβαροι πικρῶς διέφθειραν τὰς Ἀθήνας· οὐ μὴν ὄνειδος οὐδʼ αἰσχύνην, τὸ δʼ ἐναντίον εὔκλειαν παρὰ πᾶσι τοῖς ἀνθρώποις τὴν μεγίστην ἀπηνέγκαντο διότι πάντʼ ἐν ἐλάττονι θέμενοι τῆς αὐτῆς τύχης εἵλαντο κοινωνεῖν τοῖς ἄλλοις Ἕλλησι.
因此,这一时局确实给他们带来了损害;因为野蛮人占领了雅典并残酷地摧毁了它;然而,他们非但没有蒙受耻辱和羞愧,相反,他们却在全人类中赢得了最伟大的名声,因为他们将一切都置于共享同等命运之下,选择与其余的希腊人共同进退。
§38.2.5τοιγαροῦν καλῇ χρησάμενοι προαιρέσει, παρὰ πόδας οὐ μόνον ἀνεκτήσαντο τὴν πατρίδα καὶ τὴν ἑαυτῶν χώραν, ἀλλὰ καὶ περὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἡγεμονίας μετʼ ὀλίγον ἠμφισβήτουν πρὸς Λακεδαιμονίους.
因此,凭借着高尚的抉择,他们不仅随即收复了家园和本国领土,而且不久之后就与拉刻代蒙人争夺对其他希腊人的领导权。
§38.2.6μετὰ δὲ ταῦτα πάλιν ὑπὸ Σπαρτιατῶν καταπολεμηθέντες εἰς τοῦτʼ ἀνάγκης ἦλθον ὥστε καθελεῖν τὰ τείχη τῆς αὑτῶν πατρίδος.
但在那之后,他们再次被斯巴达人击败,落入不得不拆除自己家园城墙的窘境。
§38.2.7ἀλλὰ καὶ τοῦτο Λακεδαιμονίων, οὐκ Ἀθηναίων ἄν τις εἶναι φήσειε τοὔγκλημα, διότι βαρύτερον ἐχρήσαντο τῇ δοθείσῃ σφίσι παρὰ τῆς τύχης ἐξουσίᾳ.
然而,人们会说,即使这件事也是拉刻代蒙人的过错,而不是雅典人的过错,因为拉刻代蒙人更严酷地滥用了命运赋予他们的权力。
§38.2.8Σπαρτιᾶται δʼ ἡττηθέντες ὑπὸ Θηβαίων πάλιν ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν καὶ μετὰ ταῦτα τῆς τῶν ἐκτὸς ἀρχῆς ἀποστάντες συνεκλείσθησαν εἰς τοὺς τῆς Λακωνικῆς ὅρους.
斯巴达人在被底比斯人击败后,再次失去了对希腊人的领导权,此后又放弃了对外部的统治,被局限在拉科尼亚的疆界之内。
§38.2.9καὶ τί δὴ τοῦτʼ αἰσχρόν, εἰ περὶ τῶν καλλίστων ἀμφισβητοῦντες ἐπὶ τοσοῦτον ἔπταισαν ὥστε πάλιν ἐπὶ τὴν πάτριον ἀναχωρῆσαι δυναστείαν;
如果为了最崇高的目标而争,失足到不得不退回到祖传的统治范围,这到底有什么可耻的呢?
§38.2.10διὸ τὰ γεγονότα ταῦτα συμπτώματα μὲν εἶναι φατέον, ἀτυχήματα δʼ οὐδαμῶς ῥητέον.
因此,这些发生的事情只能说是‘变故’,绝不能称之为‘不幸’。
§38.2.11Μαντινεῖς ἠναγκάσθησαν ἐκλιπεῖν τὴν πατρίδα διοικισθέντες ὑπὸ Λακεδαιμονίων καὶ διασπασθέντες οἰκῆσαι κατὰ κώμας· §38.2.12ἀλλὰ πάντες ἐπὶ τούτοις οὐ τὴν τῶν Μαντινέων ἀβουλίαν, ἀλλὰ τὴν Λακεδαιμονίων ὠνείδιζον.
曼提尼亚人被拉刻代蒙人解散,并被驱散到各个村落中居住,被迫离开了自己的家园;但所有人因此而谴责的,不是曼提尼亚人的愚蠢,而是拉刻代蒙人。
§38.2.13Θηβαῖοι μετά τινα χρόνον ἄρδην ἐπεῖδον τὴν αὑτῶν πατρίδα γενομένην ἀνάστατον, ὅτε προθέμενος Ἀλέξανδρος εἰς τὴν Ἀσίαν διαβαίνειν ὑπέλαβε διὰ τῆς εἰς Θηβαίους τιμωρίας τῷ φόβῳ φρουρήσειν τοὺς Ἕλληνας κατὰ τοὺς ἰδίους περισπασμούς· §38.2.14ἀλλὰ τότε πάντες ἠλέουν μὲν τοὺς Θηβαίους ὡς ἄδικα καὶ δεινὰ πεπονθότας, διεδικαίου δὲ τὴν πρᾶξιν ταύτην οὐδεὶς
底比斯人在一段时间后,目睹了自己的家园被彻底摧毁。 当时亚历山大计划渡海前往亚洲,认为通过惩罚底比斯人,可以用恐惧来防范希腊人在他自己分身乏术时兴风作浪;但那时所有人都在同情底比斯人,认为他们遭受了不公而可怕的对待,却没有人认为这一行为是正当的……