Humanitext Reader

ポリュビオス · 歴史 §38.11.1-38.11.11

クリトラオスの交渉決裂工作と反ローマ扇動

1292 / 1311 箇所 · ギリシア語

要旨

アカイア同盟の指導者クリトラオスは、テゲアにおけるローマ使節セクストゥスやラケダイモン人との協議を不誠実な引き延ばし工作によって決裂させた。その後、彼はアカイアの各都市でローマへの敵意を煽りつつ、債務免除などのポピュリズム政策により民衆を懐柔した。

§38.11.1τὸ δὲ τέλος τῆς ἀπωλείας ἠνύσθη τοιῷδέ τινι τρόπῳ.
最終的な破滅は、次のような方法でもたらされた。
§38.11.2παραγενομένων γὰρ εἰς τὴν Τεγέαν τῶν περὶ τὸν Σέξτον καὶ τοὺς Λακεδαιμονίους ἐπισπασαμένων χάριν τοῦ σύμφωνον αὐτοῖς γενέσθαι πρὸς τοὺς Ἀχαιοὺς τήν τε περὶ τῶν προγεγονότων ἐγκλημάτων δικαιοδοσίαν καὶ τὴν κατὰ τὸν πόλεμον ἐποχήν, ἕως ἂν πέμψωσι Ῥωμαῖοι τοὺς περὶ τῶν ὅλων ἐπισκεψομένους, §38.11.3συνεδρεύσαντες οἱ περὶ τὸν Κριτόλαον ἔκριναν τοὺς μὲν ἄλλους διακλῖναι τὴν ἀπάντησιν, τὸν δὲ Κριτόλαον προάγειν εἰς τὴν Τεγέαν.
すなわち、セクストゥスらがテゲアに到着し、過去の犯罪行為に関する司法的解決と、ローマ人が全体の状況を調査する使節を派遣するまでの戦争の休止に関して、ラケダイモン人がアカイア人との合意に至るよう、彼らがラケダイモン人たちを促したとき、クリトラオスらは協議を行い、他の者たちは会合を辞退し、クリトラオス自身だけがテゲアに赴くことを決定した。
§38.11.4ὁ μὲν οὖν προειρημένος ἤδη σχεδὸν ἀπηλπικότων τῶν περὶ τὸν Σέξτον ἦλθε,
こうして、前述の男は、セクストゥスらがすでにほとんど諦めかけていたときに到着した。
§38.11.5γενομένης δὲ συγκαταστάσεως πρὸς τοὺς Λακεδαιμονίους εἰς οὐδὲν συγκατέβαινεν, φήσας οὐκ ἔχειν ἐξουσίαν οὐδὲν οἰκονομεῖν ἄνευ τῆς τῶν πολλῶν γνώμης· ἐπανοίσειν δὲ τοῖς Ἀχαιοῖς εἰς τὴν ἑξῆς ἔφη σύνοδον, ἣν ἔδει γενέσθαι μετὰ μῆνας ἕξ.
ラケダイモン人たちとの共同会合が開かれたが、彼は民衆の意志なしにはいかなる取り決めを行う権限もないと主張して、何一つとして同意せず、6ヶ月後に開催されることになっていた次回の総会においてアカイア人たちにこの問題を付託するつもりだと言った。
§38.11.6διὸ σαφῶς ἐπιγνόντες οἱ περὶ τὸν Σέξτον ἐθελοκακοῦντα τὸν Κριτόλαον καὶ δυσχεραίνοντες ἐπὶ τοῖς ἀπαντωμένοις τοὺς μὲν Λακεδαιμονίους ἀπέλυσαν εἰς τὴν οἰκείαν, αὐτοὶ δʼ ἐπανῆγον εἰς τὴν Ἰταλίαν, κατεγνωκότες ἄγνοιαν καὶ μανίαν τοῦ Κριτολάου.
それゆえ、セクストゥスらはクリトラオスが故意に不誠実な態度をとっていることをはっきりと見抜き、直面した事態に憤慨して、ラケダイモン人たちを本国に帰らせ、自らはクリトラオスの無知と狂気を非難しつつイタリアへ引き返した。
§38.11.7ὁ δὲ Κριτόλαος χωρισθέντων τούτων ἐπιπορευόμενος κατὰ τὸν χειμῶνα τὰς πόλεις ἐκκλησίας συνῆγε, προφάσει μὲν χρώμενος ὅτι βούλεται τὰ ῥηθέντα πρὸς τοὺς Λακεδαιμονίους καὶ πρὸς τοὺς ἐν τῇ Τεγέᾳ διασαφεῖν αὐτοῖς, §38.11.8τῇ δʼ ἀληθείᾳ κατηγορίαν ποιούμενος Ῥωμαίων καὶ πᾶν τὸ λεγόμενον ὑπʼ ἐκείνων ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος,
彼らが立ち去ると、クリトラオスは冬の間に各都市を巡回して民会を招集し、ラケダイモン人に対して、またテゲアにおいて語られた事柄を彼らに説明したいのだという口実を設けたが、実際にはローマ人を非難し、彼らが口にしたすべてのことを悪意をもって解釈した。
§38.11.9ἐξ ὧν δυσμένειαν καὶ μῖσος ἐνειργάζετο τοῖς ὄχλοις.
これによって彼は民衆に敵意と憎悪を植え付けた。
§38.11.10ἅμα δὲ τούτοις παρήγγειλε τοῖς ἄρχουσι μὴ πράττειν τοὺς ὀφειλέτας μηδὲ παραδέχεσθαι τοὺς ἀπαγομένους εἰς φυλακὴν πρὸς τὰ χρέα, τοὺς δʼ ἐράνους ἐπιμόνους ποιεῖν, ἕως ἂν λάβῃ τὰ τοῦ πολέμου κρίσιν.
これと同時に、彼は役人たちに対し、債務者から取り立てを行わず、また借金のゆえに連行される者たちを牢に収監しないこと、そして戦争の事態が決着を見るまでは、借入金の支払いを猶予することを命じた。
§38.11.11λοιπὸν ἐκ τῆς τοιαύτης δημαγωγίας πᾶν τὸ λεγόμενον ὑπʼ αὐτοῦ πιστὸν ἐγίνετο, καὶ πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμον ἦν τὸ πλῆθος, περὶ μὲν τοῦ μέλλοντος ἀδυνατοῦν προνοεῖσθαι. τῇ δὲ παρʼ αὐτὰ χάριτι καὶ ῥᾳστώνῃ δελεαζόμενον.
その結果、このような民衆煽動によって、彼が語ることはすべて信用されるようになり、民衆は将来について予見することはできないまま、目前の恩恵と安楽に惑わされて、命じられるあらゆることに対して喜んで従おうとした。

語釈・文法注

  1. 38.11.2παραγενομένων... ἐπισπασαμένων — 属格独立(genitive absolute)の構文。τῶν περὶ τὸν Σέξτον が主格的な意味上の主語であり、これに対して παραγενομένων と ἐπισπασαμένων という2つのアオリスト分詞が並列で係っている。
  2. 38.11.5ἣν ἔδει γενέσθαι — 非人称動詞 δεῖ の未完成過去形 ἔδει に不定詞 γενέσθαι が続くことで、過去の視点から見て「〜することになっていた」という予定や義務を客観的に表している。
  3. 38.11.10μὴ πράττειν τοὺς ὀφειλέτας — 動詞 πράττω は「取り立てる、徴収する」の意。τοὺς ὀφειλέτας は「債務者たちから」という対格(二重対格の片方、あるいは直接目的語)で、全体は παρήγγειλε(命じた)に依存する不定詞節を構成する。

この箇所を引用する

ポリュビオス, 歴史 §38.11.1-38.11.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.11.1-38.11.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。