§38.11.1τὸ δὲ τέλος τῆς ἀπωλείας ἠνύσθη τοιῷδέ τινι τρόπῳ.
最终的毁灭是通过以下这种方式完成的。
§38.11.2παραγενομένων γὰρ εἰς τὴν Τεγέαν τῶν περὶ τὸν Σέξτον καὶ τοὺς Λακεδαιμονίους ἐπισπασαμένων χάριν τοῦ σύμφωνον αὐτοῖς γενέσθαι πρὸς τοὺς Ἀχαιοὺς τήν τε περὶ τῶν προγεγονότων ἐγκλημάτων δικαιοδοσίαν καὶ τὴν κατὰ τὸν πόλεμον ἐποχήν, ἕως ἂν πέμψωσι Ῥωμαῖοι τοὺς περὶ τῶν ὅλων ἐπισκεψομένους, §38.11.3συνεδρεύσαντες οἱ περὶ τὸν Κριτόλαον ἔκριναν τοὺς μὲν ἄλλους διακλῖναι τὴν ἀπάντησιν, τὸν δὲ Κριτόλαον προάγειν εἰς τὴν Τεγέαν.
因为当塞克斯图斯一行人到达特革亚,并争取拉刻代蒙人同意与亚该亚人达成协议,涉及过去罪行的司法审判以及在罗马人派遣使节调查全局之前暂停战争,克里托劳斯一行人举行了会议,决定其他人避开这次会面,而由克里托劳斯独自前往特革亚。
§38.11.4ὁ μὲν οὖν προειρημένος ἤδη σχεδὸν ἀπηλπικότων τῶν περὶ τὸν Σέξτον ἦλθε,
于是,前述的这个人在塞克斯图斯一行已经几乎放弃希望的时候到达了。
§38.11.5γενομένης δὲ συγκαταστάσεως πρὸς τοὺς Λακεδαιμονίους εἰς οὐδὲν συγκατέβαινεν, φήσας οὐκ ἔχειν ἐξουσίαν οὐδὲν οἰκονομεῖν ἄνευ τῆς τῶν πολλῶν γνώμης· ἐπανοίσειν δὲ τοῖς Ἀχαιοῖς εἰς τὴν ἑξῆς ἔφη σύνοδον, ἣν ἔδει γενέσθαι μετὰ μῆνας ἕξ.
虽然与拉刻代蒙人举行了联席会议,但他不作任何妥协,声称自己无权在未经大众同意的情况下处理任何事务,并表示他将在六个月后举行的大会上将此事提交给亚该亚人。
§38.11.6διὸ σαφῶς ἐπιγνόντες οἱ περὶ τὸν Σέξτον ἐθελοκακοῦντα τὸν Κριτόλαον καὶ δυσχεραίνοντες ἐπὶ τοῖς ἀπαντωμένοις τοὺς μὲν Λακεδαιμονίους ἀπέλυσαν εἰς τὴν οἰκείαν, αὐτοὶ δʼ ἐπανῆγον εἰς τὴν Ἰταλίαν, κατεγνωκότες ἄγνοιαν καὶ μανίαν τοῦ Κριτολάου.
因此,塞克斯图斯一行清楚地看出克里托劳斯在蓄意阻挠,并对所遭遇的局面大为不满,便让拉刻代蒙人返回家乡,而他们自己则返回意大利,严厉谴责克里托劳斯的愚昧和疯狂。
§38.11.7ὁ δὲ Κριτόλαος χωρισθέντων τούτων ἐπιπορευόμενος κατὰ τὸν χειμῶνα τὰς πόλεις ἐκκλησίας συνῆγε, προφάσει μὲν χρώμενος ὅτι βούλεται τὰ ῥηθέντα πρὸς τοὺς Λακεδαιμονίους καὶ πρὸς τοὺς ἐν τῇ Τεγέᾳ διασαφεῖν αὐτοῖς, §38.11.8τῇ δʼ ἀληθείᾳ κατηγορίαν ποιούμενος Ῥωμαίων καὶ πᾶν τὸ λεγόμενον ὑπʼ ἐκείνων ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος, §38.11.9ἐξ ὧν δυσμένειαν καὶ μῖσος ἐνειργάζετο τοῖς ὄχλοις.
这些人离开后,克里托劳斯在冬季巡访各个城市并召集民众大会,借口说他希望向他们说清楚对拉刻代蒙人以及在特革亚所说的话,但实际上是在指责罗马人,并将对方所说的每一句话都往最坏的方面解释,由此,他在民众心中煽动起敌意和仇恨。
§38.11.10ἅμα δὲ τούτοις παρήγγειλε τοῖς ἄρχουσι μὴ πράττειν τοὺς ὀφειλέτας μηδὲ παραδέχεσθαι τοὺς ἀπαγομένους εἰς φυλακὴν πρὸς τὰ χρέα, τοὺς δʼ ἐράνους ἐπιμόνους ποιεῖν, ἕως ἂν λάβῃ τὰ τοῦ πολέμου κρίσιν.
与此同时,他命令官员们不得向债务人催讨债务,也不得收容因债务而被扣押入狱的人,并且将各种贷款的偿还予以延期,直到战争局势见分晓为止。
§38.11.11λοιπὸν ἐκ τῆς τοιαύτης δημαγωγίας πᾶν τὸ λεγόμενον ὑπʼ αὐτοῦ πιστὸν ἐγίνετο, καὶ πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμον ἦν τὸ πλῆθος, περὶ μὲν τοῦ μέλλοντος ἀδυνατοῦν προνοεῖσθαι. τῇ δὲ παρʼ αὐτὰ χάριτι καὶ ῥᾳστώνῃ δελεαζόμενον.
结果,通过这种煽动,他所说的一切都变得令人深信不疑,民众也准备好了顺从一切命令,他们无法预见未来,只是被眼前的恩惠和安逸所诱惑。