Humanitext Reader

ポリュビオス · 歴史 §38.10.1-38.10.13

セクストゥスの懐柔提案とディアイオスらの頑迷

1291 / 1311 箇所 · ギリシア語

要旨

ローマの使節セクストゥスらは、アカイアの使節テアリダスらと途中で出会い、彼らを引き返させた。セクストゥスらはアイギオンで温厚な提案を行い、穏健派はこれを歓迎したが、ディアイオスら指導部はローマの弱腰と誤認して好機と捉え、破滅的な態度を崩さなかった。

§38.10.1ὅτι οἱ περὶ τὸν Σέξτον προάγοντες ἐκ τῆς Ῥώμης εἰς τὴν Πελοπόννησον ἀπήντησαν τοῖς περὶ τὸν Θεαρίδαν,
セクストゥスら一行は、ローマからペロポネソスへと進む途中で、テアリダスら一行に出会ったこと。
§38.10.2οἵπερ ἦσαν πρεσβευταὶ πεμφθέντες ὑπὸ τῶν Ἀχαιῶν παραιτησόμενοι καὶ διδάξοντες τὴν σύγκλητον ὑπὲρ τῶν εἰς τοὺς περὶ τὸν Αὐρήλιον γενομένων ἀλογημάτων.
彼らは、アウレリウスらに対して行われた不都合な振る舞いについて、元老院に弁明し、また事情を説明するために、アカイア人によって派遣された使節であった。
§38.10.3οἷς καὶ συμμίξαντες οἱ προειρημένοι παρεκάλεσαν αὐτοὺς ἀνακάμπτειν εἰς τὴν Ἀχαΐαν, ὅτι περὶ πάντων τούτων ἔχουσιν ἐντολὰς αὐτοὶ διαλέγεσθαι τοῖς Ἀχαιοῖς.
前述の者たち(セクストゥスら)は彼らと合流すると、アカイアへと引き返すよう求めた。 自分たち自身がこれらすべての事柄についてアカイア人たちと話し合うための訓令を携えているからである、と。
§38.10.4παραγενομένων δὲ τῶν περὶ τὸν Σέξτον εἰς τὴν Πελοπόννησον καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς ἐν τῇ τῶν Αἰγιέων πόλει καὶ προφερομένων πολλοὺς καὶ φιλανθρώπους λόγους, §38.10.5καὶ τὸ περὶ τοὺς πρεσβευτὰς ἔγκλημα παραπεμπόντων καὶ σχεδὸν οὐδὲν προσδεόμενον δικαιολογίας, ἀλλὰ βέλτιον ἐκδεχομένων τὸ γεγονὸς αὐτῶν τῶν Ἀχαιῶν, καθόλου δὲ παρακαλούντων μὴ πορρωτέρω προβῆναι τῆς ἁμαρτίας μήτε τῆς εἰς αὑτοὺς μήτε τῆς εἰς τοὺς Λακεδαιμονίους, §38.10.6τὸ μὲν σωφρονοῦν μέρος ἀσμένως ἀπεδέχετο τὰ λεγόμενα καὶ λίαν ἐνετρέπετο, συνειδὸς αὑτῷ τὰ πεπραγμένα καὶ πρὸ ὀφθαλμῶν λαμβάνον τὰ συμβαίνοντα τοῖς πρὸς Ῥωμαίους ἀντιταττομένοις,
セクストゥスらがペロポネソスに到着し、アイギオンの市においてアカイア人たちと話し合い、多くの温厚な言葉を述べたとき、また使節たちに対する告発を不問に付して、ほとんど弁明を必要としないものとし、むしろアカイア人自身よりも、起こったことをより好意的に解釈し、全体として、自分たちに対する過ちについても、ラケダイモン人に対する過ちについても、これ以上その過ちを推し進めないようにと勧告したのに対し、分別のある側は、語られたことを喜んで受け入れ、深く反省した。 彼らは自らの行いを自覚しており、ローマ人に敵対する者たちに起こる事柄を目の当たりにしていたからである。
§38.10.7τὸ δὲ πλῆθος τῶν ἀνθρώπων ἀντιλέγειν μὲν οὐδὲν εἶχε τοῖς ὑπὸ τῶν περὶ τὸν Σέξτον λεγομένοις δικαίοις, ἀλλʼ ἦγε τὴν ἡσυχίαν, ἔμενε δὲ νοσοῦν καὶ διεφθαρμένον.
しかし、多くの群衆は、セクストゥスらによって語られた正当な主張に対して何も反論できなかったため、沈黙を守っていたが、病んで堕落したままであった。
§38.10.8οἱ δὲ περὶ τὸν Δίαιον καὶ Κριτόλαον καὶ πάντες οἱ μετέχοντες αὐτοῖς τῆς αὐτῆς γνώμης· οὗτοι δʼ ἦσαν ὥσπερ ἐπίτηδες ἐξ ἑκάστης πόλεως κατʼ ἐκλογὴν οἱ χείριστοι καὶ τοῖς θεοῖς ἐχθροὶ καὶ λυμαινόμενοι τὸ ἔθνος· §38.10.9καθάπερ ἡ παροιμία φησίν, οὐ μόνον τὰ διδόμενα τῇ δεξιᾷ παρὰ Ῥωμαίων ἐδέχοντο τῇ λαιᾷ χειρί, καθόλου δὲ καὶ συλλήβδην παρέπαιον τοῖς λογισμοῖς.
他方、ディアイオスやクリトラオスの一行、および彼らと同じ意見を共有する者たちすべて ―― 彼らは、まるで意図的に各都市から選び抜かれた最悪の者たちであり、神々に憎まれ、同盟を破滅に導く者たちであったが ―― 諺に言うように、ローマ人から右手で与えられるものを左手で受け取るだけでなく、全体として、ことごとく理性を失っていた。
§38.10.10ὑπέλαβον γὰρ τοὺς Ῥωμαίους διά τε τὰς ἐν τῇ Λιβύῃ καὶ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις δεδιότας τὸν ἀπὸ τῶν Ἀχαιῶν πόλεμον πᾶν ὑπομένειν καὶ πᾶσαν προΐεσθαι φωνήν.
というのも、彼らはローマ人がリビアやイベリアでの戦況のために、アカイア人との戦争を恐れて、あらゆることに耐え、いかなる言葉も投げかけているのだと考えたからである。
§38.10.11διὸ νομίσαντες ἴδιον τὸ παρὸν ἀπεκρίθησαν φιλανθρώπως τοῖς πρεσβευταῖς τοὺς μὲν περὶ τὸν Θεαρίδαν ὅμως ἀποστέλλειν εἰς τὴν σύγκλητον, αὐτοὶ δὲ παρακολουθήσαντες εἰς τὴν Τεγέαν καὶ κοινολογηθέντες τοῖς Λακεδαιμονίοις, ἵνα γένηταί τις ὡμολογημένη λύσις περὶ τοῦ πολέμου.
それゆえ、現在の状況が自分たちに都合が良いと考えた彼らは、使節たちに友好的に答えた。 すなわち、テアリダスらはとにかく元老院へ派遣することにするが、自分たちはテゲアに赴いてラケダイモン人たちと協議し、戦争に関して何らかの合意に基づく解決が得られるようにしよう、と。
§38.10.12ταῦτα δʼ ἀποκριθέντες ἐν τοῖς ἑξῆς ἦγον ἐπὶ τὴν πάλαι προκειμένην αὐτοῖς ἄγνοιαν τὸ ταλαίπωρον ἔθνος.
このように答えた上で、彼らはその後、かねてより抱いていたあの愚行へと哀れな同盟を導いていった。
§38.10.13καὶ τοῦτʼ εἰκότως συνέβαινε γίνεσθαι διʼ ἀπειρίαν καὶ κακίαν τῶν κρατούντων.
そしてこのような事態が起こったのは当然のことであった。 支配者たちの無知と邪悪さのゆえに。

語釈・文法注

  1. 38.10.2παραιτησόμενοι καὶ διδάξοντες — 未来分詞の主格複数形で、アカイア人の使節(οἵπερ)の「目的」を表す。「弁明し、また事情を説明するために」と解釈される。
  2. 38.10.8οἱ δὲ περὶ τὸν Δίαιον καὶ Κριτόλαον — この主格句は文法的な主動詞を欠いたまま(破格構文、anakolouthon)、関係代名詞節風の挿入句(οὗτοι δʼ ἦσαν...)を挟み、次の§38.10.9の主動詞(ἐδέχοντο, παρέπαιον)の主語として引き継がれる。
  3. 38.10.9τὰ διδόμενα τῇ δεξιᾷ παρὰ Ῥωμαίων ἐδέχοντο τῇ λαιᾷ χειρί — 「ローマ人から右手で与えられるものを左手で受け取る」という諺。好意的な申し出を不当に扱ったり、歪んで受け取ったりする態度を指す。

この箇所を引用する

ポリュビオス, 歴史 §38.10.1-38.10.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.10.1-38.10.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。