§38.12.1ὁ δὲ Κόιντος ὁ Καικίλιος ἐν τῇ Μακεδονίᾳ τάδε πυνθανόμενος καὶ τὴν ἐν Πελοποννήσῳ γενομένην ἀκρισίαν καὶ ταραχὴν ἐξέπεμψε πρεσβευτὰς Γνάιον Παπείριον καὶ τὸν νεώτερον Ποπίλιον Λαινᾶτον, σὺν δὲ τούτοις Αὖλον Γαβίνιον καὶ Γάιον Φάννιον·
クイントゥス・カエキリウスは、マケドニアにおいてこれらの事柄、すなわちペロポネソスで生じた混乱と無秩序を知り、使節としてグナエウス・パピリウスと、より若いポピリウス・ラエナス、これらに加えてアウルス・ガبینیウスとガイウス・ファンニウスを派遣した。
§38.12.2οἳ καὶ συνηγμένων τῶν Ἀχαιῶν εἰς Κόρινθον, κατὰ τύχην ἐλθόντες εἰς τοῦτον τὸν καιρὸν καὶ παραχθέντες εἰς τὰ πλήθη διετίθεντο πολλοὺς οὗτοι καὶ φιλανθρώπους λόγους παραπλησίους τοῖς περὶ τὸν Σέξτον,
彼らは、アカイア人たちがコリントスに集まっていたちょうどその時に到着し、民衆の前に連れ出されると、セクストゥスらの演説とよく似た、懇切で友好的な言葉を数多く並べ立てた。
§38.12.3πᾶσαν ἐνδεικνύμενοι φιλοτιμίαν χάριν τοῦ μὴ προβῆναι τοὺς Ἀχαιοὺς εἰς ὁλοσχερεστέραν ἀπέχθειαν πρὸς Ῥωμαίους μήτʼ ἐκ τῆς πρὸς Λακεδαιμονίους προφάσεως μήτε διὰ τῆς πρὸς αὐτοὺς ἐκείνους ἀλλοτριότητος.
それは、アカイア人がラケダイモン人との一件を口実としても、あるいは彼ら自身に対する疎外感を通じても、ローマ人に対するより決定的な敵意へと突き進むことのないよう、あらゆる熱意を示すためであった。
§38.12.4ὧν οἱ μὲν πολλοὶ διακούοντες οὐδαμῶς ἀνείχοντο, χλευάζοντες δὲ τοὺς πρέσβεις μετὰ θορύβου καὶ κραυγῆς ἐξέβαλον.
しかし、大多数の者はその言葉に耳を傾けることに耐えられず、騒音と叫び声の中で使節たちを嘲笑し、追い出した。
§38.12.5καὶ γὰρ συνηθροίσθη πλῆθος ἐργαστηριακῶν καὶ βαναύσων ἀνθρώπων ὅσον οὐδέποτε·
なぜなら、手工業者や職人の群衆がかつてないほどに集まっていたからである。
πᾶσαι μὲν γὰρ ἐκορύζων αἱ πόλεις, πανδημεὶ δὲ καὶ μάλιστά πως ἡ τῶν Κορινθίων.
実にすべての都市が愚行に陥っていたが、とりわけコリントスの都市は全市民を挙げてその状態にあった。
§38.12.6ὀλίγοις δέ τισι καὶ λίαν ἤρεσκε τὰ λεγόμενα διὰ τῶν πρεσβευτῶν.
一方で、極めて少数の者たちには、使節たちを介して語られたことが大いに受け入れられた。
§38.12.7ὁ δὲ Κριτόλαος, ὥσπερ κατʼ εὐχὴν ὑποθέσεως ἐπειλημμένος καὶ θεάτρου συνενθουσιῶντος καὶ παρεστηκότος ταῖς διανοίαις, κατανίστατο μὲν τῶν ἀρχόντων, διέσυρε δὲ τοὺς ἀντιπολιτευομένους, ἐνεπαρρησιάζετο δὲ τοῖς τῶν Ῥωμαίων πρεσβευταῖς,
しかしクリトラオスは、まるで望み通りの口実を手に入れ、興奮して理性を失った聴衆を前にしているかのように、役人たちに立ち向かい、政敵たちを中傷し、ローマの使節たちに対して不遜な態度で放言した。
§38.12.8φάσκων βούλεσθαι μὲν Ῥωμαίων φίλος ὑπάρχειν, δεσπότας δʼ οὐκ ἂν εὐδοκῆσαι κτησάμενος.
自分はローマ人の友でありたいと願うが、主人を持つことには決して同意しないだろうと主張した。
καθόλου δὲ παρῄνει,
そして全体として、彼は次のように助言した。
§38.12.9λέγων ὡς, ἐὰν μὲν ἄνδρες ὦσιν, οὐκ ἀπορήσουσι συμμάχων, ἐὰν δʼ ἀνδρόγυνοι, κυρίων.
もし彼らが「男」であるならば、同盟者に事欠くことはないが、もし「女々しい者」であるならば、主人に事欠くことはない、と。
§38.12.10καὶ πολλὰ δή τινα πρὸς ταύτην τὴν ὑπόθεσιν ἐμπορεύων καὶ μεθοδευόμενος ἐκίνει καὶ παρώξυνε τοὺς ὄχλους.
そして、この論旨に沿って実に多くのことを弄し、画策しながら、彼は群衆を揺り動かし、激昂させた。
§38.12.11ἐποίει δʼ ἐμφάσεις καὶ περὶ τοῦ μὴ τυχόντως χρῆσθαι ταῖς ἐπιβολαῖς, ἀλλὰ καὶ τῶν βασιλέων τινὰς καὶ τῶν πολιτευμάτων ἔνια κοινωνεῖν αὐτῷ τῆς
さらに彼は、自分が思いつきで企てを行っているのではなく、諸王の一部や諸国家のいくつかも、自分とその希望を共有しているという印象を与えた。