§36.3.1ὅτι τῶν Καρχηδονίων πάλαι βουλευομένων περὶ τοῦ πῶς ἀπαντῆσαι δεῖ πρὸς τὴν Ῥωμαίων ἀπόκρισιν, καὶ τῶν Ἰτυκαίων ὑποτεμομένων τὴν ἐπίνοιαν αὐτῶν, τοῖς Ῥωμαίοις τὴν ἑαυτῶν παραδόντων πόλιν, ὁλοσχερὴς ἀμηχανία περιέστη τοὺς ἀνθρώπους.
カルタゴ人たちが、ローマ人の回答にどう対処すべきかねてより思案しており、またウティカ人たちが彼らの先手を打って、自らの市をローマ人に引き渡したため、完全な無策状態が人々を包み込んだ。
§36.3.2μιᾶς γὰρ ἐλπίδος ἔτι φαινομένης αὐτοῖς, εἰ συγκαταβαῖεν εἰς τὸ δοῦναι τὴν ἐπιτροπὴν περὶ αὑτῶν, διότι πάντως εὐδοκεῖν ποιήσουσι τοὺς Ῥωμαίους,
というのも、もし彼らが自分たちについての決定権を委ねることに同意するならば、それによって必ずローマ人を満足させることができるという、一つの希望がまだ彼らに見えていたからである。
§36.3.3διὰ τὸ μηδʼ ἐν ταῖς μεγίσταις περιστάσεσιν καταπολεμηθέντες, καὶ πρὸς τοῖς τείχεσι τῶν πολεμίων ὑπαρχόντων, μηδέποτε τὴν ἐπιτροπὴν δεδωκέναι τῆς πατρίδος,
それは、最も重大な危機にあって打ち負かされたときでさえ、また敵が城壁に迫っているときでさえ、祖国の決定権を一度も与えたことがなかったという理由によるものであった。
§36.3.4καὶ ταύτης τῆς ἐπινοίας τὸν καρπὸν ἀπέβαλον, προκαταληφθέντες ὑπὸ τῶν Ἰτυκαίων·
しかし彼らは、ウティカ人たちに先を越されたため、この計画の果実をも失ってしまった。
§36.3.5οὐδὲν γὰρ ξένον οὐδὲ παράδοξον ἔμελλε φανήσεσθαι τοῖς Ῥωμαίοις, εἰ ταὐτὸν ποιήσαιεν τοῖς προειρημένοις.
なぜなら、もし彼らが前述の人々と同じことをしたとしても、ローマ人にとっては何も珍しくも意外でもないように思われたからである。
§36.3.6οὐ μὴν ἀλλὰ κακῶν αἱρέσεως καταλειπομένης, ἢ τὸν πόλεμον ἀναδέχεσθαι γενναίως ἢ διδόναι τὴν ἐπιτροπὴν περὶ τῶν καθʼ αὑτούς, §36.3.7πολλοὺς καὶ ποικίλους ἐν τῷ συνεδρίῳ διʼ ἀπορρήτων ποιησάμενοι λόγους κατέστησαν πρεσβευτὰς αὐτοκράτορας, καὶ τούτους ἐξαπέστελλον, δόντες ἐντολὴν βλέποντας πρὸς τὰ παρόντα πράττειν τὸ δοκοῦν συμφέρειν τῇ πατρίδι,
とはいえ、困難な選択肢が残されている中で、すなわち勇敢に戦争を引き受けるか、あるいは自分たちについての決定権を委ねるかという状況において、彼らは民会で秘密裏に多くの多様な議論を交わした末、全権大使を任命して彼らを送り出し、現状を見極めつつ祖国に利益をもたらすと思われることを行うよう命令を与えた。
§36.3.8ἦσαν δʼ οἱ πρεσβεύοντες Γίσκων Στρυτάνος ἐπικαλούμενος, Ἀμίλκας, Μίσδης, Γιλλίμας, Μάγων.
使節を務めたのは、ストリュタノスと呼ばれるギスコン、ハミルカル、ミスデス、ギリマス、マゴンであった。
§36.3.9ἥκοντες δʼ οἱ πρέσβεις παρὰ τῶν Καρχηδονίων εἰς Ῥώμην καὶ καταλαβόντες πόλεμον δεδογμένον καὶ τοὺς στρατηγοὺς ὡρμηκότας μετὰ τῶν δυνάμεων, οὐκέτι διδόντων βουλὴν αὐτοῖς τῶν πραγμάτων, ἔδωκαν τὴν ἐπιτροπὴν περὶ αὑτῶν.
カルタゴからの使節たちはローマに到着すると、戦争が既に決定され、将軍たちが軍勢を率いて出発していることを知り、事態がもはや彼らに熟考の余地を与えなかったので、自分たちについての決定権を委ねた。