Humanitext Reader

波利比奥斯 · 历史 §36.3.1-36.3.9

迦太基的绝境与向罗马无条件投降的决议

第 1266 段,共 1311 段 · 希腊语

内容简介

由于尤提卡向罗马投降使迦太基失去了外交筹码,迦太基人陷入绝境,最终决定派遣全权大使前往罗马无条件投降。

§36.3.1ὅτι τῶν Καρχηδονίων πάλαι βουλευομένων περὶ τοῦ πῶς ἀπαντῆσαι δεῖ πρὸς τὴν Ῥωμαίων ἀπόκρισιν, καὶ τῶν Ἰτυκαίων ὑποτεμομένων τὴν ἐπίνοιαν αὐτῶν, τοῖς Ῥωμαίοις τὴν ἑαυτῶν παραδόντων πόλιν, ὁλοσχερὴς ἀμηχανία περιέστη τοὺς ἀνθρώπους.
迦太基人早已在商讨该如何应对罗马人的答复,而尤提卡人又抢先一步,将自己的城市献给罗马人,这使他们陷入了完全束手无策的境地。
§36.3.2μιᾶς γὰρ ἐλπίδος ἔτι φαινομένης αὐτοῖς, εἰ συγκαταβαῖεν εἰς τὸ δοῦναι τὴν ἐπιτροπὴν περὶ αὑτῶν, διότι πάντως εὐδοκεῖν ποιήσουσι τοὺς Ῥωμαίους, §36.3.3διὰ τὸ μηδʼ ἐν ταῖς μεγίσταις περιστάσεσιν καταπολεμηθέντες, καὶ πρὸς τοῖς τείχεσι τῶν πολεμίων ὑπαρχόντων, μηδέποτε τὴν ἐπιτροπὴν δεδωκέναι τῆς πατρίδος,
因为当时他们还抱有一线希望,即如果他们同意交出关于自身的决定权,就必定能让罗马人满意;这是因为,他们即使在最重大的危机中被打败,甚至在敌人临近城墙时,也从未交出过祖国的决定权。
§36.3.4καὶ ταύτης τῆς ἐπινοίας τὸν καρπὸν ἀπέβαλον, προκαταληφθέντες ὑπὸ τῶν Ἰτυκαίων·
然而,由于被尤提卡人抢占了先机,他们连这一计划的果实也失去了。
§36.3.5οὐδὲν γὰρ ξένον οὐδὲ παράδοξον ἔμελλε φανήσεσθαι τοῖς Ῥωμαίοις, εἰ ταὐτὸν ποιήσαιεν τοῖς προειρημένοις.
因为即使他们做出与前述之人相同的事,对罗马人来说也绝不会显得新奇或出乎意料。
§36.3.6οὐ μὴν ἀλλὰ κακῶν αἱρέσεως καταλειπομένης, ἢ τὸν πόλεμον ἀναδέχεσθαι γενναίως ἢ διδόναι τὴν ἐπιτροπὴν περὶ τῶν καθʼ αὑτούς, §36.3.7πολλοὺς καὶ ποικίλους ἐν τῷ συνεδρίῳ διʼ ἀπορρήτων ποιησάμενοι λόγους κατέστησαν πρεσβευτὰς αὐτοκράτορας, καὶ τούτους ἐξαπέστελλον, δόντες ἐντολὴν βλέποντας πρὸς τὰ παρόντα πράττειν τὸ δοκοῦν συμφέρειν τῇ πατρίδι,
尽管如此,在只能于两害之中做出选择的情况下——要么英勇地迎接战争,要么交出关于自身事务的决定权—— 他们在议会中进行了许多秘密而多样化的讨论后,任命了全权大使并将他们派往各处,指示他们审时度势,做看似对祖国最有利的事。
§36.3.8ἦσαν δʼ οἱ πρεσβεύοντες Γίσκων Στρυτάνος ἐπικαλούμενος, Ἀμίλκας, Μίσδης, Γιλλίμας, Μάγων.
担任使节的是绰号为斯特里塔诺斯的吉斯孔、哈米尔卡、米斯德斯、吉利马斯和马贡。
§36.3.9ἥκοντες δʼ οἱ πρέσβεις παρὰ τῶν Καρχηδονίων εἰς Ῥώμην καὶ καταλαβόντες πόλεμον δεδογμένον καὶ τοὺς στρατηγοὺς ὡρμηκότας μετὰ τῶν δυνάμεων, οὐκέτι διδόντων βουλὴν αὐτοῖς τῶν πραγμάτων, ἔδωκαν τὴν ἐπιτροπὴν περὶ αὑτῶν.
迦太基的使节到达罗马后,发现战争已经决定,将领们也已率军出发,在形势不容他们再作商议的情况下,他们交出了关于自身的决定权。

词汇与语法注释

  1. 36.3.1τῶν Ἰτυκαίων ὑποτεμομένων τὴν ἐπίνοιαν αὐτῶν, τοῖς Ῥωμαῖοι τὴν ἑαυτῶν παραδόντων πόλιν — 属格独立结构。分词 ὑποτεμομένων(抢先)与 παραδόντων(献出)均修饰其逻辑主语 τῶν Ἰτυκαίων。
  2. 36.3.2διότι — 此处并非表示原因的连词,而是相当于 ὅτι,用以引出名词 ἐλπίδος(希望)的具体内容,译作“即……”。
  3. 36.3.3διὰ τὸ μηδʼ ἐν ταῖς μεγίσταις περιστάσεσιν καταπολεμηθέντες ... μηδέποτε τὴν ἐπιτροπὴν δεδωκέναι — 由 διὰ τὸ 与不定式 δεδωκέναι 构成的动名词短语。由于该不定式的逻辑主语(迦太基人)与主句主语一致,因而被省略,与其呼应的分词 καταπολεμηθέντες 采用了主格形式。另一方面,随后的 ὑπαρχόντων 则是修饰 τῶν πολεμίων 的属格分词。
  4. 36.3.9οὐκέτι διδόντων βουλὴν αὐτοῖς τῶν πραγμάτων — 属格独立结构。名词 βουλή 在此意为“商议”或“熟虑(的机会)”,全句意为“因为形势不再给他们留下商议的余地”。

引用这一段

波利比奥斯, 历史 §36.3.1-36.3.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:36.3.1-36.3.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。