§36.4.1περὶ δὲ τῆς ἐπιτροπῆς εἴρηται μὲν ἡμῖν καὶ πρότερον, ἀναγκαῖον δʼ ἔστιν καὶ νῦν ὑπομνῆσαι κεφαλαιωδῶς.
「委ねること」については、我々は以前にも述べているが、今また要約して注意を促すことが必要である。
§36.4.2οἱ γὰρ διδόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων ἐπιτροπὴν διδόασι πρῶτον μὲν χώραν τὴν ὑπάρχουσαν αὐτοῖς καὶ πόλεις τὰς ἐν ταύτῃ, σὺν δὲ τούτοις ἄνδρας καὶ γυναῖκας τοὺς ὑπάρχοντας ἐν τῇ χώρᾳ καὶ ταῖς πόλεσιν ἅπαντας, §36.4.3ὁμοίως ποταμούς, λιμένας, ἱερά, τάφους, συλλήβδην ὥστε πάντων εἶναι κυρίους Ῥωμαίους, αὐτοὺς δὲ τοὺς διδόντας ἁπλῶς μηκέτι μηδενός.
というのも、ローマ人の決定権に身を委ねる者たちは、まず自分たちに属する土地とそこにある都市を渡し、さらにこれらに加えて、その土地と都市にいる全ての男女を渡し、同様に川、港、聖域、墓を渡し、一言で言えばローマ人がすべての主人となり、身を委ねた者たち自身は、単純にもはや何一つの主人でもなくなるからである。
§36.4.4γενομένης δὲ τῆς ἀνθομολογήσεως τοιαύτης ὑπὸ τῶν Καρχηδονίων, καὶ μετʼ ὀλίγον εἰσκληθέντων αὐτῶν εἰς τὸ συνέδριον, ἔλεγεν ὁ στρατηγὸς τὴν τῆς συγκλήτου γνώμην ὅτι καλῶς αὐτῶν βεβουλευμένων δίδωσιν αὐτοῖς ἡ σύγκλητος τήν τʼ ἐλευθερίαν καὶ τοὺς νόμους, ἔτι δὲ τὴν χώραν ἅπασαν καὶ τὴν τῶν ἄλλων ὑπαρχόντων κτῆσιν καὶ κοινῇ καὶ κατʼ ἰδίαν.
カルタゴ人によってそのような承認がなされ、間もなく彼らが元老院に召し入れられたとき、将軍は元老院の意向を告げた。 すなわち、彼らが賢明な決定を下したゆえに、元老院は彼らに自由と法律を、さらにはすべての土地とその他の所有物の公的および私的な保有権を与える、と。
§36.4.5οἱ δὲ Καρχηδόνιοι ταῦτʼ ἀκούσαντες ἔχαιρον, δόξαντες ὡς ἐν κακῶν αἱρέσει καλῶς σφίσιν κεχρῆσθαι τὴν σύγκλητον, ἅτε τῶν ἀναγκαιοτάτων καὶ μεγίστων αὐτοῖς συγκεχωρημένων.
カルタゴ人たちはこれを聞いて喜んだ。 最悪の事態の選択の中にあって、元老院が自分たちを寛大に扱ってくれたと考えたからであり、最も必要で重要な事柄が自分たちに容認されたからであった。
§36.4.6μετὰ δὲ ταῦτα τοῦ στρατηγοῦ διασαφοῦντος διότι τεύξονται τούτων, ἐὰν τριακοσίους ὁμήρους εἰς τὸ Λιλύβαιον ἐκπέμψωσιν ἐν τριάκονθʼ ἡμέραις τοὺς υἱοὺς τῶν ἐκ τῆς συγκλήτου καὶ τῆς γερουσίας καὶ τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις πειθαρχήσωσιν,
その後、将軍は、もし彼らが30日以内に元老院および長老会に属する者たちの子息からなる300人の人質をリリュバイオンへ送り出し、執政官たちによって命令されることに従うならば、これらを得るであろうと明らかにした。
§36.4.7ἐπὶ ποσὸν ἠπόρησαν ποῖα τὰ διὰ τῶν ὑπάτων αὐτοῖς ἔσται παραγγελλόμενα·
彼らは、執政官たちによってどのような命令が自分たちに下されるのかについてしばらく困惑した。
πλὴν τότε γʼ ἐξ αὐτῆς ὥρμησαν, σπεύδοντες ἀναγγεῖλαι τῇ πατρίδι περὶ τούτων.
しかしその時にはそこから直ちに出発し、これらについて祖国に報告しようと急いだ。
§36.4.8παραγενόμενοι δʼ εἰς τὴν Καρχηδόνα διεσάφουν τοῖς πολίταις τὰ κατὰ μέρος.
カルタゴに到着すると、彼らは市民たちに詳細を明らかにした。
§36.4.9οἱ δὲ διακούσαντες τἄλλα μὲν ἐνδεχομένως ἐνόμιζον βεβουλεῦσθαι τοὺς πρεσβευτάς, περὶ δὲ πόλεως μὴ γεγονέναι μνείαν εἰς μεγάλην ἐπίστασιν αὐτοὺς ἦγε καὶ πολλὴν ἀμηχανίαν.
これをすべて聞いた市民たちは、他の点については使節たちが適切に決定したと考えたが、「都市」について言及がなされなかったことが彼らを大いなる懸念と深刻な無策状態へと陥らせた。