§35.3.1οἱ δʼ ἐν τῷ συνεδρίῳ διακούσαντες ἀμφοτέρων εἰσήγαγον τοὺς παρὰ τοῦ Μαρκέλλου πρέσβεις.
元老院の者たちは、双方の言うことを十分に聞いた上で、マルケルスからの使節を導入した。
§35.3.2θεωροῦντες δὲ καὶ τούτους ῥέποντας ἐπὶ τὴν διάλυσιν καὶ τὸν στρατηγὸν προσνέμοντα τὴν αὑτοῦ γνώμην τοῖς πολεμίοις μᾶλλον ἢ τοῖς συμμάχοις, §35.3.3τοῖς μὲν Ἀραυάκαις ἔδωκαν καὶ τοῖς συμμάχοις ἀπόκρισιν ὅτι Μάρκελλος ἀμφοτέροις ἐν Ἰβηρίᾳ διασαφήσει τὴν τῆς συγκλήτου γνώμην, §35.3.4αὐτοὶ δὲ νομίσαντες τοὺς συμμάχους ἀληθῆ καὶ συμφέροντα σφίσι λέγειν, τοὺς δʼ Ἀραυάκας ἀκμὴν μεγαλοφρονεῖν, τὸν δὲ στρατηγὸν ἀποδειλιᾶν τὸν πόλεμον, §35.3.5ἐντολὰς ἔδωκαν διʼ ἀπορρήτων τοῖς παρʼ ἐκείνου πρεσβευταῖς πολεμεῖν γενναίως καὶ τῆς πατρίδος ἀξίως.
彼らも和解へと傾いており、将軍自身もその意見を同盟者たちよりもむしろ敵の方に寄せているのを見て、アラウアキ人と同盟者たちに対しては、マルケルスがイベリアにおいて双方に元老院の決定を明らかにするであろうという返答を与えたが、彼ら自身は、同盟者たちは真実かつ自分たちに有益なことを述べており、アラウアキ人は未だ高慢であり、将軍は戦争を怖気づいていると考え、将軍からの使節たちに対して、勇敢に、そして祖国にふさわしく戦争を遂行するように、秘密裏に命令を与えた。
§35.3.6ἐπειδὴ δὲ τὸν πόλεμον ἐποίησαν κατάμονον, πρῶτον μὲν τῷ Μαρκέλλῳ διαπιστήσαντες ἕτερον στρατηγὸν ἔμελλον διαπέμπειν εἰς τὴν Ἰβηρίαν·
そして戦争を継続することに決定した後に、まずマルケルスに不信を抱いたため、別の将軍をイベリアに派遣しようとしていた。
§35.3.7ἤδη γὰρ ἔτυχον ὕπατοι τότε καθεσταμένοι καὶ τὰς ἀρχὰς παρειληφότες Αὖλος Ποστόμιος καὶ Λεύκιος Λικίννιος Λεύκολλος.
というのも、その時すでにアウルス・ポストゥミウスとルキウス・リキニウス・ルクッルスが執政官に任命され、職務を引き継いでいたからである。
§35.3.8ἔπειτα περὶ τὰς παρασκευὰς ἐγίνοντο φιλοτίμως καὶ μεγαλομερῶς, νομίζοντες διὰ ταύτης τῆς πράξεως κριθήσεσθαι τὰ κατὰ τὴν Ἰβηρίαν·
次に、彼らは熱心かつ大規模に準備に取りかかった。 それは、この行動によってイベリアの情勢が決定されると考えたからである。
§35.3.9κρατηθέντων μὲν γὰρ τῶν ἐχθρῶν πάντας ὑπέλαβον σφίσι ποιήσειν τὸ προσταττόμενον, ἀποστρεψαμένων δὲ τὸν ἐνεστῶτα φόβον οὐ μόνον Ἀραυάκας καταθαρρήσειν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας.
すなわち、敵が征服されれば、すべての者が自分たちの命ずることに従うと考えたが、彼らが差し迫った恐怖をはねのけるならば、アラウアキ人だけでなく、他のすべての者も大胆になるであろうと考えたからである。