§35.4.1ὅσῳ δὲ φιλοτιμότερον ἡ σύγκλητος διέκειτο πρὸς τὸν πόλεμον, τοσούτῳ σφίσι τὰ πράγματʼ ἀπέβαινε παραδοξότερα.
元老院が戦争に対して熱心であればあるほど、彼らにとって事態はそれだけ予想外の方向に展開した。
§35.4.2τοῦ μὲν γὰρ Κοΐντου τοῦ τὸν πρότερον ἐνιαυτὸν στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ τῶν μετʼ αὐτοῦ στρατευσαμένων ἠγγελκότων εἰς τὴν Ῥώμην τήν τε συνέχειαν τῶν ἐκ παρατάξεως κινδύνων καὶ τὸ πλῆθος τῶν ἀπολωλότων καὶ τὴν ἀνδρείαν τῶν Κελτιβήρων, §35.4.3τοῦ δὲ Μαρκέλλου προφανῶς ἀποδειλιῶντος τὸν πόλεμον, ἐνέπεσέ τις πτοία τοῖς νέοις παράλογος, οἵαν οὐκ ἔφασαν οἱ πρεσβῦται γεγενημένην πρότερον.
というのも、前年にイベリアで将軍を務めたクィントusと、彼とともに従軍した者たちが、会戦における危険の連続、戦死者の多さ、そしてケルティベリア人の勇敢さをローマに報告したこと、またマルケルスが明らかに戦争を恐れていることから、若者たちの間に、かつて年長者たちも起きたことがないと言うほどの、理不尽な動揺が沸き起こったからである。
§35.4.4εἰς γὰρ τοῦτο προύβη τὰ τῆς ἀποδειλιάσεως ὥστε μήτε χιλιάρχους προπορεύεσθαι πρὸς τὴν ἀρχὴν τοὺς ἱκανούς, ἀλλʼ ἐλλείπειν τὰς χώρας, τὸ πρότερον εἰθισμένων πολλαπλασιόνων προπορεύεσθαι τῶν καθηκόντων,
実に、この臆病風は次の段階にまで進んでいた。 すなわち、適任の軍事計たちがその職へ赴こうとせず、その地位を空けたままにし(以前は必要とされる人数の何倍もの人々が志願して赴くのが常であったにもかかわらず)、また執政官たちによって推薦された使節たちも応じようとしなかった。
§35.4.5μήτε τοὺς εἰσφερομένους ὑπὸ τῶν ὑπάτων πρεσβευτὰς ὑπακούειν, οὓς ἔδει πορεύεσθαι μετὰ τοῦ στρατηγοῦ,
彼らは将軍とともに赴くべきであった者たちである。
§35.4.6τὸ δὲ μέγιστον, τοὺς νέους διακλίνειν τὰς καταγραφὰς καὶ τοιαύτας πορίζεσθαι προφάσεις ἃς λέγειν μὲν αἰσχρὸν ἦν, ἐξετάζειν δʼ ἀπρεπές, ἐπιτέμνειν δʼ ἀδύνατον.
そして最大のことには、若者たちが徴兵を忌避し、口にするのも恥ずかしく、調査するのも不体裁であり、反駁するのも不可能な、そのような言い訳を設けたことであった。
§35.4.7τέλος δὲ καὶ τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐν ἀμηχανίαις ὄντων τί τὸ πέρας ἔσται τῆς τῶν νέων ἀναισχυντίας — τούτῳ γὰρ ἠναγκάζοντο χρῆσθαι τῷ ῥήματι διὰ τὰ συμβαίνοντα — Πόπλιος Κορνήλιος [Ἀφρικανός], §35.4.8νέος μὲν ὤν, δοκῶν δὲ σύμβουλος γεγονέναι τοῦ πολέμου, τὴν ἐπὶ καλοκἀγαθίᾳ καὶ σωφροσύνῃ δόξαν ὁμολογουμένην πεποιημένος, §35.4.9τῆς δʼ ἐπʼ ἀνδρείᾳ φήμης προσδεόμενος, θεωρῶν τὴν σύγκλητον ἀπορουμένην, ἀναστὰς εἶπεν εἴτε χιλίαρχον εἴτε πρεσβευτὴν πέμπειν αὐτὸν εἰς τὴν Ἰβηρίαν μετὰ τῶν ὑπάτων ἐξεῖναι·
ついに、元老院も政務官たちも、若者たちの無恥の極み――生じている事態のために、彼らはこの言葉を使わざるを得なかったのであるが――がどこに行き着くのか途方に暮れていたとき、プブリウス・コルネリウス[アフリカヌス]が、若年でありながら、この戦争を勧めた者と見なされており、徳性と節度について異論のない評判を築いていたが、勇気についての評判をさらに求めており、元老院が窮しているのを見て、立ち上がり、軍事計としてであれ使節としてであれ、執政官らとともに自分をイベリアへ派遣することを許可してほしいと述べた。
πρὸς ἀμφότερα γὰρ ἑτοίμως ἔχειν.
というのも自分はどちらに対しても準備ができているからだ。
§35.4.10καίτοι γʼ ἔφη κατʼ ἰδίαν μὲν αὑτῷ τὴν εἰς Μακεδονίαν ἔξοδον ἅμα μὲν ἀσφαλεστέραν ἅμα δʼ οἰκειοτέραν §35.4.11εἶναι·
しかも、個人的にはマケドニアへの出発の方が、自分にとってより安全であると同時に、よりふさわしいものであると彼は言った。
συνέβαινε γὰρ τότε τοὺς Μακεδόνας ἐπʼ ὀνόματος καλεῖν τὸν Σκιπίωνα διαλύσοντα τὰς ἐν αὐτοῖς στάσεις·
というのも、当時マケドニア人たちが、自分たちの内紛を調停させるために、スキピオを名指しで招いていたからである。
§35.4.12ἀλλὰ τοὺς τῆς πατρίδος καιροὺς ἔφη κατεπείγειν μᾶλλον καὶ καλεῖν εἰς τὴν Ἰβηρίαν τοὺς ἀληθινῶς φιλοδοξοῦντας.
しかし、祖国の危機の方がより切迫しており、真に名誉を求める者たちをイベリアへと招いている、と彼は言った。
§35.4.13πᾶσιν δὲ παραδόξου φανείσης τῆς ἐπαγγελίας καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν ἄλλην εὐλάβειαν, παραυτίκα μὲν εὐθέως συνέβη μεγάλην ἀποδοχὴν γενέσθαι τοῦ Σκιπίωνος, ἔτι δὲ μᾶλλον ταῖς ἑξῆς ἡμέραις·
彼の年齢の若さと他の者たちの慎重さのために、その申し出はすべての人にとって予想外に思われたが、即座にスキピオへの大いなる賞賛が生じ、続く日々にはさらに大きくなった。
§35.4.14οἱ γὰρ πρότερον ἀποδειλιῶντες, ἐκτρεπόμενοι τὸν ἐκ παραθέσεως ἔλεγχον, οἱ μὲν πρεσβεύσειν ἐθελοντὴν ἐπηγγέλλοντο τοῖς στρατηγοῖς, οἱ δὲ πρὸς τὰς στρατιωτικὰς καταγραφὰς προσεπορεύοντο κατὰ συστρέμματα καὶ συνηθείας. —
というのも、かつて怯えていた者たちは、比較されることによる恥を避けようとして、ある者は将軍たちに使節として自発的に従軍することを申し出、ある者は群れをなし、仲間を誘って軍の徴兵へと進み出たからである。