§35.3.1οἱ δʼ ἐν τῷ συνεδρίῳ διακούσαντες ἀμφοτέρων εἰσήγαγον τοὺς παρὰ τοῦ Μαρκέλλου πρέσβεις. §35.3.2θεωροῦντες δὲ καὶ τούτους ῥέποντας ἐπὶ τὴν διάλυσιν καὶ τὸν στρατηγὸν προσνέμοντα τὴν αὑτοῦ γνώμην τοῖς πολεμίοις μᾶλλον ἢ τοῖς συμμάχοις, §35.3.3τοῖς μὲν Ἀραυάκαις ἔδωκαν καὶ τοῖς συμμάχοις ἀπόκρισιν ὅτι Μάρκελλος ἀμφοτέροις ἐν Ἰβηρίᾳ διασαφήσει τὴν τῆς συγκλήτου γνώμην, §35.3.4αὐτοὶ δὲ νομίσαντες τοὺς συμμάχους ἀληθῆ καὶ συμφέροντα σφίσι λέγειν, τοὺς δʼ Ἀραυάκας ἀκμὴν μεγαλοφρονεῖν, τὸν δὲ στρατηγὸν ἀποδειλιᾶν τὸν πόλεμον, §35.3.5ἐντολὰς ἔδωκαν διʼ ἀπορρήτων τοῖς παρʼ ἐκείνου πρεσβευταῖς πολεμεῖν γενναίως καὶ τῆς πατρίδος ἀξίως. §35.3.6ἐπειδὴ δὲ τὸν πόλεμον ἐποίησαν κατάμονον, πρῶτον μὲν τῷ Μαρκέλλῳ διαπιστήσαντες ἕτερον στρατηγὸν ἔμελλον διαπέμπειν εἰς τὴν Ἰβηρίαν· §35.3.7ἤδη γὰρ ἔτυχον ὕπατοι τότε καθεσταμένοι καὶ τὰς ἀρχὰς παρειληφότες Αὖλος Ποστόμιος καὶ Λεύκιος Λικίννιος Λεύκολλος. §35.3.8ἔπειτα περὶ τὰς παρασκευὰς ἐγίνοντο φιλοτίμως καὶ μεγαλομερῶς, νομίζοντες διὰ ταύτης τῆς πράξεως κριθήσεσθαι τὰ κατὰ τὴν Ἰβηρίαν· §35.3.9κρατηθέντων μὲν γὰρ τῶν ἐχθρῶν πάντας ὑπέλαβον σφίσι ποιήσειν τὸ προσταττόμενον, ἀποστρεψαμένων δὲ τὸν ἐνεστῶτα φόβον οὐ μόνον Ἀραυάκας καταθαρρήσειν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας.
Those in the senate, after hearing both sides, introduced the envoys from Marcellus. Seeing that these too were leaning toward a settlement, and that the commander was inclining his own opinion toward the enemy rather than toward the allies, they gave an answer to both the Aravacae and the allies that Marcellus would make known the decision of the senate to both parties in Iberia; but they themselves, believing that the allies were speaking the truth and what was advantageous to them, while the Aravacae were still high-spirited and the commander was shrinking from the war, gave secret instructions to the envoys from him to wage war bravely and in a manner worthy of their country. When they had made the war decided upon, first of all, distrusting Marcellus, they were about to dispatch another commander to Iberia; for by that time Aulus Postumius and Lucius Licinius Lucullus had already been appointed consuls and had entered upon their office. Next, they set about their preparations with zeal and on a grand scale, believing that the situation in Iberia would be decided by this action; for they supposed that if the enemy were conquered, all would do what was commanded of them, but if they shook off the impending fear, not only the Aravacae but all the others as well would become bold.