Humanitext Reader

波利比奥斯 · 历史 §35.3.1-35.3.9

元老院决意继续开战并派遣新任执政官

第 1260 段,共 1311 段 · 希腊语

内容简介

元老院得知双方及将军使节均倾向于和解,但仍听取同盟国主张并决定继续战争。出于对马尔凯鲁斯的不信任,他们派遣新任执政官,并开始为伊比利亚战事进行大规模准备。

§35.3.1οἱ δʼ ἐν τῷ συνεδρίῳ διακούσαντες ἀμφοτέρων εἰσήγαγον τοὺς παρὰ τοῦ Μαρκέλλου πρέσβεις.
元老院中的人们在听取了双方的陈述后,引进了马尔凯鲁斯派来的使节。
§35.3.2θεωροῦντες δὲ καὶ τούτους ῥέποντας ἐπὶ τὴν διάλυσιν καὶ τὸν στρατηγὸν προσνέμοντα τὴν αὑτοῦ γνώμην τοῖς πολεμίοις μᾶλλον ἢ τοῖς συμμάχοις, §35.3.3τοῖς μὲν Ἀραυάκαις ἔδωκαν καὶ τοῖς συμμάχοις ἀπόκρισιν ὅτι Μάρκελλος ἀμφοτέροις ἐν Ἰβηρίᾳ διασαφήσει τὴν τῆς συγκλήτου γνώμην, §35.3.4αὐτοὶ δὲ νομίσαντες τοὺς συμμάχους ἀληθῆ καὶ συμφέροντα σφίσι λέγειν, τοὺς δʼ Ἀραυάκας ἀκμὴν μεγαλοφρονεῖν, τὸν δὲ στρατηγὸν ἀποδειλιᾶν τὸν πόλεμον, §35.3.5ἐντολὰς ἔδωκαν διʼ ἀπορρήτων τοῖς παρʼ ἐκείνου πρεσβευταῖς πολεμεῖν γενναίως καὶ τῆς πατρίδος ἀξίως.
他们看到这些人也倾向于和解,且将军把自己的意见更多地偏向敌人而非同盟者,他们给阿劳亚基人和同盟者答复说,马尔凯鲁斯将在伊比利亚向双方阐明元老院的决定;但他们自己认为,同盟者所说的是真话且对他们有利,而阿劳亚基人依然态度高傲,将军则对战争心生畏惧,便秘密地给该将军的使节们下达指示,要求他们勇敢地、不负祖国地进行战争。
§35.3.6ἐπειδὴ δὲ τὸν πόλεμον ἐποίησαν κατάμονον, πρῶτον μὲν τῷ Μαρκέλλῳ διαπιστήσαντες ἕτερον στρατηγὸν ἔμελλον διαπέμπειν εἰς τὴν Ἰβηρίαν· §35.3.7ἤδη γὰρ ἔτυχον ὕπατοι τότε καθεσταμένοι καὶ τὰς ἀρχὰς παρειληφότες Αὖλος Ποστόμιος καὶ Λεύκιος Λικίννιος Λεύκολλος.
在他们决定继续进行战争之后,首先因为对马尔凯鲁斯失去信任,他们准备派遣另一位将军前往伊比利亚;因为当时奥卢斯·波斯图米乌斯和鲁基乌斯·利基尼乌斯·卢库鲁斯已经当选为执政官并接管了职权。
§35.3.8ἔπειτα περὶ τὰς παρασκευὰς ἐγίνοντο φιλοτίμως καὶ μεγαλομερῶς, νομίζοντες διὰ ταύτης τῆς πράξεως κριθήσεσθαι τὰ κατὰ τὴν Ἰβηρίαν· §35.3.9κρατηθέντων μὲν γὰρ τῶν ἐχθρῶν πάντας ὑπέλαβον σφίσι ποιήσειν τὸ προσταττόμενον, ἀποστρεψαμένων δὲ τὸν ἐνεστῶτα φόβον οὐ μόνον Ἀραυάκας καταθαρρήσειν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας.
其次,他们热切且大规模地进行准备,认为通过这一行动,伊比利亚的事态将得以决定;因为他们认为,如果敌人被征服,所有人都会服从命令,但如果他们摆脱了眼前的恐惧,不仅阿劳亚基人,其他所有人也都会变得大胆起来。

词汇与语法注释

  1. §35.3.2προσνέμοντα τὴν αὑτοῦ γνώμην — 感官动词 θεωροῦντες 的宾语补足语(宾格分词),以 τὸν στρατηγὸν 为逻辑主语,意为“看到将军倾向于……”。
  2. §35.3.6κατάμονον — 形容词 κατάμονος(持续的、停留的)在此作宾语补足语,与 ἐποίησαν 连用,意为元老院决定不作妥协而使战争继续下去。
  3. §35.3.9κρατηθέντων μὲν ... ἀποστρεψαμένων δέ — 两个对称的独立属格结构。前半部分的 κρατηθέντων 具有被动意义(“如果敌人被征服”),而后半部分的 ἀποστρεψαμένων 为中动相,具有主动意义(“如果他们摆脱了恐惧”)。两者的逻辑主语均为 τῶν ἐχθρῶν。

引用这一段

波利比奥斯, 历史 §35.3.1-35.3.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:35.3.1-35.3.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。