§34.5.1Πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν ἀρχαίους ἐᾶν φησι, τοὺς δʼ ἐκείνους ἐλέγχοντας ἐξετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίας καὶ Πυθέαν,
ポリュビオスは、ヨーロッパの地誌を描くにあたり、古代の学者たちは不問に付し、彼らを批判したディカイアルコス、および最後に地理学について著述したエラトステネス、そしてピュテアスを検証すべきであると言っている。
§34.5.2ὑφʼ οὗ παρακρουσθῆναι πολλούς, ὅλην μὲν τὴν Βρεττανικὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντος, τὴν δὲ περίμετρον πλειόνων ἢ τεττάρων μυριάδων ἀποδόντος τῆς νήσου,
このピュテアスによって多くの人々が欺かれたと彼は言い、ピュテアスはブリタニア全土を徒歩で旅したと主張し、その島の周囲を4万スタディオン以上であると見積もった。
§34.5.3προσιστορήσαντος δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν τόπων ἐκείνων, ἐν οἷς οὔτε γῆ καθʼ αὑτὴν ὑπῆρχεν ἔτι οὔτε θάλαττα οὔτʼ ἀήρ, ἀλλὰ σύγκριμά τι ἐκ τούτων πλεύμονι θαλαττίῳ ἐοικός, §34.5.4ἐν ᾧ φησι τὴν γῆν καὶ τὴν θάλατταν αἰωρεῖσθαι καὶ τὰ σύμπαντα, καὶ τοῦτον ὡς ἂν δεσμὸν εἶναι τῶν ὅλων, μήτε πορευτὸν μήτε πλωτὸν ὑπάρχοντα.
さらに、トゥーレやそれらの地域に関する事柄も記録しており、そこではもはや地それ自体も、海も、空気も存在せず、むしろこれらから成る、海の肺に似た混合物が存在し、その中において、地と海と万物が浮遊しており、これが万物のいわば結合であって、歩くことも航行することもできないものであると彼は言う。
§34.5.5τὸ μὲν οὖν τῷ πλεύμονι ἐοικὸς αὐτὸς ἑωρακέναι, τἄλλα δὲ λέγειν ἐξ ἀκοῆς.
そして、海の肺に似たもの自体は自分自身で見たが、その他のことは伝聞によって語っているとピュテアスは主張している。
ταῦτα μὲν τὰ τοῦ Πυθέου, §34.5.6καὶ διότι ἐπανελθὼν ἐνθένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆς Εὐρώπης ἀπὸ Γαδείρων ἕως Τανάιδος·
これらがピュテアスの言い分であり、また、そこから引き返して、ガデイラからタナイスに至るまでの、ヨーロッパの外洋に面した全沿岸を旅したということである。
§34.5.7φησὶ δʼ οὖν ὁ Πολύβιος ἄπιστον καὶ αὐτὸ τοῦτο πῶς ἰδιώτῃ ἀνθρώπῳ καὶ πένητι τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο.
ともかくポリュビオスは、まさにこのこと、すなわち、どのようにして一介の私人であり貧民である者に、これほど長大な距離が航行可能かつ歩行可能となったのか、それ自体が信じがたいことであると言っている。
§34.5.8τὸν δʼ Ἐρατοσθένη διαπορήσαντα εἰ χρὴ πιστεύειν τούτοις, ὅμως περί τε τῆς Βρεττανικῆς πεπιστευκέναι καὶ τῶν κατὰ Γάδειρα καὶ τὴν Ἰβηρίαν.
そしてエラトステネスは、これらを信じるべきか疑ったものの、それでもブリタニアについて、またガデイラやイベリアの周辺地域については信じてしまっている。
§34.5.9πολὺ δέ φησι βέλτιον τῷ Μεσσηνίῳ πιστεύειν ἢ τούτῳ·
しかしポリュビオスは、この男よりもメッセニア人を信じる方がはるかにましだと言う。
ὁ μέντοι γε εἰς μίαν χώραν τὴν Παγχαίαν λέγει πλεῦσαι· ὁ δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κατωπτευκέναι τὴν προσάρκτιον τῆς Εὐρώπης πᾶσαν, ἣν οὐδʼ ἂν τῷ Ἑρμῇ πιστεύσαι τις λέγοντι.
というのも、一方はパンカイアという一つの国へ航海したと言っているだけだが、他方はヨーロッパの北の全地域を世界の果てに至るまで探索したと主張しているからであり、そんなことは、仮にヘルメスが語ったとしても誰も信じないだろう。
§34.5.10Ἐρατοσθένη δὲ τὸν μὲν Εὐήμερον Βεργαῖον καλεῖν, Πυθέᾳ δὲ πιστεύειν, καὶ ταῦτα μηδὲ Δικαιάρχου πιστεύσαντος.
エラトステネスは、エウヘメロスをベルガのほら吹きと呼びながら、ピュテアスは信じている、しかもディカイアルコスすら信じなかったというのに。
§34.5.11τὸ μὲν οὖν "μηδὲ Δικαιάρχου πιστεύσαντοσ" γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι χρήσασθαι προσῆκον, καθʼ οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται·
したがって、「ディカイアルコスすら信じなかったというのに」というのは滑稽である。 まるで、彼を基準として用いるのが当然であるかのように。 ポリュビオス自身が、まさにその男に対してこれほど多くの批判を向けているというのに。
§34.5.12Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια.
しかし、エラトステネスの、ヨーロッパの西方および北方地域に関する無知についてはすでに述べられている。
§34.5.13ἀλλʼ ἐκείνῳ μὲν καὶ Δικαιάρχῳ συγγνώμη τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους·
だが、彼とディカイアルコスには、それらの地域を目にしなかった者たちとして、容赦の余地がある。
Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν συγγνοίη;
しかし、ポリュビオスとポセイドニオスに対しては、誰が容赦できようか。
§34.5.14ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν ὁ λαοδογματικὰς καλῶν ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλʼ οὐδʼ ἐν
しかし実に、ポリュビオスこそ、これらの地域や他の多くの地域における距離について人々が下す判断を「大衆の思い込み」と呼んでいる者なのである。 だが、彼自身も…