Humanitext Reader

波利比奥斯 · 历史 §34.5.1-34.5.14

批判皮西亚斯的北欧航行记与埃拉托斯特尼

第 1248 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯强烈批判了皮西亚斯关于北欧(包括不列颠和图勒附近的“海肺”)的虚假记载,并谴责信以为真的埃拉托斯特尼;然而斯特拉波进一步揭露了波里比乌斯自身的矛盾和地理无知。

§34.5.1Πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν ἀρχαίους ἐᾶν φησι, τοὺς δʼ ἐκείνους ἐλέγχοντας ἐξετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίας καὶ Πυθέαν,
波里比乌斯在描绘欧洲地理时说,应当搁置古人,而去审查那些批驳他们的人,即迪凯阿尔科斯、最后撰写地理学著作的埃拉托斯特尼,以及皮西亚斯。
§34.5.2ὑφʼ οὗ παρακρουσθῆναι πολλούς, ὅλην μὲν τὴν Βρεττανικὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντος, τὴν δὲ περίμετρον πλειόνων ἢ τεττάρων μυριάδων ἀποδόντος τῆς νήσου,
他说,许多人都被皮西亚斯所蒙蔽,因为皮西亚斯声称自己徒步游历了整个不列颠,并估计该岛的周长超过四万斯塔德。
§34.5.3προσιστορήσαντος δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν τόπων ἐκείνων, ἐν οἷς οὔτε γῆ καθʼ αὑτὴν ὑπῆρχεν ἔτι οὔτε θάλαττα οὔτʼ ἀήρ, ἀλλὰ σύγκριμά τι ἐκ τούτων πλεύμονι θαλαττίῳ ἐοικός,
他还记录了关于图勒和那些地区的事情,在那些地方,既没有独立存在的陆地,也没有海洋或空气,而是一种由这些要素组成的、类似于“海肺”的混合物。
§34.5.4ἐν ᾧ φησι τὴν γῆν καὶ τὴν θάλατταν αἰωρεῖσθαι καὶ τὰ σύμπαντα, καὶ τοῦτον ὡς ἂν δεσμὸν εἶναι τῶν ὅλων, μήτε πορευτὸν μήτε πλωτὸν ὑπάρχοντα.
他说,在其中,陆地、海洋和万物都悬浮着,这仿佛是万物的纽带,既不能徒步通过,也无法航行。
§34.5.5τὸ μὲν οὖν τῷ πλεύμονι ἐοικὸς αὐτὸς ἑωρακέναι, τἄλλα δὲ λέγειν ἐξ ἀκοῆς.
皮西亚斯声称自己亲眼见到了那个类似于海肺的东西,而其余的事情则是道听途说。
ταῦτα μὲν τὰ τοῦ Πυθέου, §34.5.6καὶ διότι ἐπανελθὼν ἐνθένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆς Εὐρώπης ἀπὸ Γαδείρων ἕως Τανάιδος·
这些是皮西亚斯的话,并且他还声称,自己从那里返回后,游历了从加德伊拉直到塔奈斯河的整个欧洲大洋沿岸。
§34.5.7φησὶ δʼ οὖν ὁ Πολύβιος ἄπιστον καὶ αὐτὸ τοῦτο πῶς ἰδιώτῃ ἀνθρώπῳ καὶ πένητι τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο.
无论如何,波里比乌斯说,正是这一点令人难以置信:一个普通平民且贫穷的人,如何能够航行并徒步走完如此遥远的距离。
§34.5.8τὸν δʼ Ἐρατοσθένη διαπορήσαντα εἰ χρὴ πιστεύειν τούτοις, ὅμως περί τε τῆς Βρεττανικῆς πεπιστευκέναι καὶ τῶν κατὰ Γάδειρα καὶ τὴν Ἰβηρίαν.
而埃拉托斯特尼虽然怀疑是否应当相信这些,但仍对关于不列颠以及加德伊拉和伊比利亚附近地区的事情信以为真。
§34.5.9πολὺ δέ φησι βέλτιον τῷ Μεσσηνίῳ πιστεύειν ἢ τούτῳ· ὁ μέντοι γε εἰς μίαν χώραν τὴν Παγχαίαν λέγει πλεῦσαι· ὁ δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κατωπτευκέναι τὴν προσάρκτιον τῆς Εὐρώπης πᾶσαν, ἣν οὐδʼ ἂν τῷ Ἑρμῇ πιστεύσαι τις λέγοντι.
然而波里比乌斯说,相信那位美塞尼亚人要比相信此人好得多;因为前者仅声称航行到了一个国家即潘哈伊亚,而后者却声称勘察了整个欧洲北部,直达世界的尽头,这即使是赫尔墨斯说出来也无人会信。
§34.5.10Ἐρατοσθένη δὲ τὸν μὲν Εὐήμερον Βεργαῖον καλεῖν, Πυθέᾳ δὲ πιστεύειν, καὶ ταῦτα μηδὲ Δικαιάρχου πιστεύσαντος.
然而埃拉托斯特尼一方面称尤希迈罗斯为“贝尔盖的吹牛者”,另一方面却相信皮西亚斯,而且这还是在连迪凯阿尔科斯都不相信皮西亚斯的情况下。
§34.5.11τὸ μὲν οὖν "μηδὲ Δικαιάρχου πιστεύσαντοσ" γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι χρήσασθαι προσῆκον, καθʼ οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται·
因此,“连迪凯阿尔科斯都不相信”这句话是荒谬的,仿佛理应将他作为标准,而波里比乌斯自己却对那个人提出了如此多的反驳。
§34.5.12Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια.
至于埃拉托斯特尼对欧洲西部和北部地区的无知,此前已经谈过。
§34.5.13ἀλλʼ ἐκείνῳ μὲν καὶ Δικαιάρχῳ συγγνώμη τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους· Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν συγγνοίη;
但是,对于他和迪凯阿尔科斯,因未能亲眼目睹那些地方,尚可予以原谅;但对于波里比乌斯和波塞多尼奥斯,谁能原谅他们呢?
§34.5.14ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν ὁ λαοδογματικὰς καλῶν ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλʼ οὐδʼ ἐν
然而,正是波里比乌斯,将人们在这些地方以及许多其他地方的距离上所作的断言,称为“平民的俗念”;但他自己甚至没有在……

词汇与语法注释

  1. §34.5.1τοὺς δʼ ἐκείνους ἐλέγχοντας ἐξετάζειν — 在不定式结构中,“τοὺς ἐκείνους ἐλέγχοντας”是“ἐξετάζειν”的直接宾语(宾格),指“那些批驳他们(古人)的人”。其后紧跟的“Δικαίαρχόν τε καὶ 埃拉托斯特尼 ... 凯皮西亚斯”与此宾语构成同格关系。
  2. §34.5.2ὑφʼ οὗ παρακρουσθῆναι πολλούς — 在由关系代词“ὑφʼ οὗ”(指代皮西亚斯)引导的关系从句中,由于间接引语的延续,使用了宾格加不定式结构“παρακρουσθῆναι”(其主语为“полλούς”),而非直陈语气动词。
  3. §34.5.9ἣν οὐδʼ ἂν τῷ Ἑρμῇ πιστεύσαι τις λέγοντι — 助词“ἂν”与希求语气动词“πιστεύσαι”结合,表示潜在的可能性(“即使……也无人会信”)。分词“λέγοντι”为与格,修饰“τῷ Ἑρμῇ”(“当赫尔墨斯讲述时”)。
  4. §34.5.11ὥσπερ ἐκείνῳ κανόνι χρήσασθαι προσῆκον — 中性单数宾格分词“προσῆκον”作为无人称动词“προσήκει”的宾格绝对分词(accusative absolute),跟在连词“ὥσπερ”之后,意为“仿佛理所当然(将他作为标准)一样”。
  5. §34.5.14ἀλλʼ οὐδʼ ἐν — 句子在介词“ἐν”处戛然而止,反映了抄本传承中严重的文字残缺(言语中止或物理损坏)。

引用这一段

波利比奥斯, 历史 §34.5.1-34.5.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:34.5.1-34.5.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。