§33.13.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀθήναιος κατέπλευσε ναυσὶ καταφράκτοις ὀγδοήκοντα·
大体同じ時期に、アテナアイオスが八十隻の甲板船を率いて入港した。
§33.13.2ὧν αἱ πέντε μὲν τετρήρεις ἦσαν Ῥοδίων τῶν ἀποσταλεισῶν εἰς τὸν Κρητικὸν πόλεμον, εἴκοσι δὲ Κυζικηνῶν, ἑπτὰ δʼ ἐπὶ ταῖς εἴκοσι τῶν περὶ τὸν Ἄτταλον, αἱ δὲ λοιπαὶ τῶν ἄλλων συμμάχων.
これらのうち、五隻はクレタ戦争に派遣されていたロドス人の四段櫂船であり、二十隻はキュジコス人のもの、二十七隻はアッタロスの一行のもので、残りは他の同盟国のものであった。
§33.13.3ποιησάμενος δὲ τὸν πλοῦν ἐφʼ Ἑλλησπόντου καὶ συνάψας ταῖς πόλεσι ταῖς ὑπὸ Προυσίαν ταττομέναις ἀποβάσεις τε συνεχεῖς ἐποιεῖτο καὶ κακῶς διετίθει τὴν χώραν.
彼はヘレスポントスに向けて航行し、プルシアスの配下にある諸都市に至ると、相次いで上陸を行っては、その地方を荒廃させた。
§33.13.4ἡ δὲ σύγκλητος διακούσασα τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν ἀνακεχωρηκότων ἐξ αὐτῆς τρεῖς ἄλλους ἀπέστειλεν, Ἄππιόν τε τὸν Κλαύδιον καὶ Λεύκιον Ὄππιον καὶ Αὖλον Ποστόμιον.
元老院は、プルシアスからの使節たちと、現地から帰還した者たちの報告を詳しく聞くと、新たに三人の使節、すなわちアッピウス・クラウディウス、ルキウス・オッピウス、アウルス・ポストゥミウスを派遣した。
§33.13.5οἳ καὶ παραγενόμενοι πρὸς τὴν Ἀσίαν διέλυσαν τὸν πόλεμον, εἰς τὰς τοιαύτας συνθήκας ἐπαγαγόμενοι τοὺς βασιλέας ἀμφοτέρους,
彼らはアジアに到着すると戦争を終結させ、両王を以下のような条約に合意させた。
§33.13.6ὥστε παραχρῆμα μὲν εἴκοσι καταφράκτους νῆας ἀποδοῦναι Προυσίαν Ἀττάλῳ, πεντακόσια δὲ τάλαντα κατενεγκεῖν ἐν ἔτεσιν εἴκοσι·
すなわち、プルシアスはただちに二十隻の甲板船をアッタロスに引き渡し、また二十年間で五百タラントンを支払うこと。
§33.13.7τὴν δὲ χώραν ἀμφοτέρους ἔχειν ἣν καὶ πρότερον εἶχον, ὅτʼ εἰς τὸν πόλεμον ἐνέβαινον.
両者は、戦争に突入した際に以前所有していた領土をそれぞれ領有すること。
§33.13.8διορθώσασθαι δὲ Προυσίαν καὶ τὴν καταφθορὰν τῆς χώρας τῆς τε Μηθυμναίων καὶ τῶν Αἰγαιέων καὶ τῆς Κυμαίων καὶ Ἡρακλειωτῶν, ἑκατὸν τάλαντα δόντα τοῖς προειρημένοις.
また、プルシアスは、メテュムナ、アイガイ、キュメ、ヘラクレアの人々の領土に加えられた破壊に対しても、上述の者たちに百タラントンを支払うことで補償すること。
§33.13.9γραφεισῶν δʼ ἐπὶ τούτοις τῶν συνθηκῶν, ἀπῆγον τὰς δυνάμεις εἰς τὴν οἰκείαν οἱ περὶ τὸν Ἄτταλον, τὰς ναυτικὰς καὶ τὰς πεζικάς.
これらの条件のもとで条約が文書に記録されると、アッタロスの一行は海陸の軍勢を本国へと撤収させた。
§33.13.10καὶ τῆς μὲν Ἀττάλου καὶ Προυσίου διαφορᾶς τοιοῦτος ὅ τε κατὰ μέρος χειρισμὸς ἐγενήθη τῶν πράξεων
こうして、アッタロスとプルシアスの紛争における個々の出来事の処理は、このようになったのである。