Humanitext Reader

波利比奥斯 · 历史 §33.13.1-33.13.10

阿特奈乌斯的远征与罗马调解下的和约

第 1235 段,共 1311 段 · 希腊语

内容简介

阿塔罗斯的弟弟阿特奈乌斯率领联军舰队袭击了普鲁西亚斯的领地,为此罗马元老院派遣了新的使节,成功促使两位国王达成和平协议并解决了争端。

§33.13.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀθήναιος κατέπλευσε ναυσὶ καταφράκτοις ὀγδοήκοντα·
大致在同一时期,阿特奈乌斯率领八十艘有甲板的战船驶入港口。
§33.13.2ὧν αἱ πέντε μὲν τετρήρεις ἦσαν Ῥοδίων τῶν ἀποσταλεισῶν εἰς τὸν Κρητικὸν πόλεμον, εἴκοσι δὲ Κυζικηνῶν, ἑπτὰ δʼ ἐπὶ ταῖς εἴκοσι τῶν περὶ τὸν Ἄτταλον, αἱ δὲ λοιπαὶ τῶν ἄλλων συμμάχων.
在这些船只中,有五艘是曾被派遣参与克里特战争的罗德斯人的四级桨战船,二十艘属于库齐科斯人,二十七艘属于阿塔罗斯及其随从,其余的则属于其他同盟者。
§33.13.3ποιησάμενος δὲ τὸν πλοῦν ἐφʼ Ἑλλησπόντου καὶ συνάψας ταῖς πόλεσι ταῖς ὑπὸ Προυσίαν ταττομέναις ἀποβάσεις τε συνεχεῖς ἐποιεῖτο καὶ κακῶς διετίθει τὴν χώραν.
他向着赫勒斯滂航行,在抵达普鲁西亚斯统治下的各城市后,接连进行登陆并蹂躏了该地区。
§33.13.4ἡ δὲ σύγκλητος διακούσασα τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν ἀνακεχωρηκότων ἐξ αὐτῆς τρεῖς ἄλλους ἀπέστειλεν, Ἄππιόν τε τὸν Κλαύδιον καὶ Λεύκιον Ὄππιον καὶ Αὖλον Ποστόμιον.
元老院在听取了普鲁西亚斯的使节以及从亚洲归来之人的陈述后,另行派遣了三名使节,即阿庇乌斯·克劳狄乌斯、卢基乌斯·奥皮乌斯和奥卢斯·波斯图米乌斯。
§33.13.5οἳ καὶ παραγενόμενοι πρὸς τὴν Ἀσίαν διέλυσαν τὸν πόλεμον, εἰς τὰς τοιαύτας συνθήκας ἐπαγαγόμενοι τοὺς βασιλέας ἀμφοτέρους, §33.13.6ὥστε παραχρῆμα μὲν εἴκοσι καταφράκτους νῆας ἀποδοῦναι Προυσίαν Ἀττάλῳ, πεντακόσια δὲ τάλαντα κατενεγκεῖν ἐν ἔτεσιν εἴκοσι· §33.13.7τὴν δὲ χώραν ἀμφοτέρους ἔχειν ἣν καὶ πρότερον εἶχον, ὅτʼ εἰς τὸν πόλεμον ἐνέβαινον. §33.13.8διορθώσασθαι δὲ Προυσίαν καὶ τὴν καταφθορὰν τῆς χώρας τῆς τε Μηθυμναίων καὶ τῶν Αἰγαιέων καὶ τῆς Κυμαίων καὶ Ἡρακλειωτῶν, ἑκατὸν τάλαντα δόντα τοῖς προειρημένοις. §33.13.9γραφεισῶν δʼ ἐπὶ τούτοις τῶν συνθηκῶν, ἀπῆγον τὰς δυνάμεις εἰς τὴν οἰκείαν οἱ περὶ τὸν Ἄτταλον, τὰς ναυτικὰς καὶ τὰς πεζικάς.
他们抵达亚洲后结束了战争,促使两位国王达成如下条款的条约:即普鲁西亚斯应立即向阿塔罗斯交付二十艘有甲板的战船,并在二十年内支付五百塔兰同;双方应保留各自在开战前所拥有的领土;此外,普鲁西亚斯还应向上述城邦支付一百塔兰同,以赔偿对梅西姆纳人、埃盖人、库梅人和赫拉克莱亚人领土所造成的破坏;在这些条款的基础上签署了协定后,阿塔罗斯及其军队便将海军和陆军撤回了本国。
§33.13.10καὶ τῆς μὲν Ἀττάλου καὶ Προυσίου διαφορᾶς τοιοῦτος ὅ τε κατὰ μέρος χειρισμὸς ἐγενήθη τῶν πράξεων
至此,阿塔罗斯与普鲁西亚斯之间争端的具体事件处理便是如此。

词汇与语法注释

  1. 33.13.2ὧν — 关系代名词 ὧν 作为“部分属格”,其先行词为前一句中的 ναυσὶ καταφράκτοις ὀγδοήκοντα。其后各分句中的属格 Ῥοδίων、Κυζικηνῶν、τῶν περὶ τὸν Ἄτταλον、τῶν ἄλλων συμμάχων 均为“所有格属格”,共同说明这批战船的具体归属和构成。
  2. 33.13.4ἀνακεχωρηκότων ἐξ αὐτῆς — 分词 ἀνακεχωρηκότων(省略了冠词 τῶν)与 τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν 并列,作为支配属格的动词 διακούσασα 的宾语。它指的是从亚洲(由代词 αὐτῆς 指代)返回的罗马使节(即前一章中急忙赶回罗马的使节)。
  3. 33.13.6ὥστε — 连词 ὥστε 引导一个表示结果或条件的从句。从 §33.13.6 至 §33.13.8 的不定式 ἀποδοῦναι、κατενεγκεῖν、ἔχειν 和 διορθώσασθαι 均受其支配,构成“带对格的不定式结构”(Accusative with Infinitive),规定了条约的具体条款。

引用这一段

波利比奥斯, 历史 §33.13.1-33.13.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:33.13.1-33.13.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。