§33.12.1ὅτι κατὰ τὴν Ἀσίαν Ἄτταλος ἔτι κατὰ χειμῶνα συνήθροιζε μεγάλας δυνάμεις, ἅτε καὶ τῶν περὶ τὸν Ἀριαράθην καὶ τὸν Μιθριδάτην ἐξαπεσταλκότων αὐτῷ στρατιὰν ἱππέων καὶ πεζῶν κατὰ τὴν συμμαχίαν, ὧν ἡγεῖτο Δημήτριος Ἀριαράθου.
アジアにおいては、アッタロスがまだ冬のうちに大軍を集めつつあった。 というのも、アリアラテスやミトリダテスの一行も、同盟に基づいて騎兵と歩兵の軍勢を彼のもとに派遣していたからであり、アリアラテスの子デメトリオスがその指揮を執っていた。
ὄντος δὲ περὶ ταύτας αὐτοῦ τὰς κατασκευάς,
彼がこれらの準備にかかりきりになっていたところ、ローマから十人の使節が到着した。
§33.12.2ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα πρέσβεις, οἳ καὶ συμμίξαντες αὐτῷ περὶ Κάδους καὶ κοινολογηθέντες περὶ τῶν πραγμάτων ὥρμησαν πρὸς τὸν Προυσίαν.
彼らはカドイ付近で彼と合流して国事について協議したのち、プルシアスのもとへと急行した。
§33.12.3ἐπειδὴ δὲ συνέμιξαν, διεσάφουν αὐτῷ τὰ παρὰ τῆς συγκλήτου μετὰ πολλῆς ἀνατάσεως.
彼らは会見すると、元老院からの命令を強い威嚇を交えて彼に説明した。
§33.12.4ὁ δὲ Προυσίας ἔνια μὲν τῶν προσταττομένων προσεδέχετο, τοῖς δὲ πλείστοις ἀντέλεγε.
しかしプルシアスは、命じられたことのいくつかは受け入れたものの、その大部分に対しては異議を唱えた。
§33.12.5διόπερ οἱ Ῥωμαῖοι προσκόψαντες αὐτῷ τήν τε φιλίαν ἀπείπαντο καὶ τὴν συμμαχίαν, καὶ πάντες ἐξ αὐτῆς ἀπηλλάττοντο πάλιν ὡς τὸν Ἄτταλον.
それゆえ、ローマ人たちは彼に憤慨して友好と同盟の破棄を宣言し、全員が直ちにその地を去って再びアッタロスのもとへと戻っていった。
§33.12.6ὁ δὲ Προυσίας μετανοήσας μέχρι μέν τινος ἐπηκολούθει λιπαρῶν, ἐπεὶ δʼ οὐδὲν ἤνυεν, ἀπαλλαγεὶς ἐν ἀμηχανίαις ἦν.
プルシアスは後悔してしばらくの間、懇願しながら彼らの後を追ったが、何の効果もないとわかると、引き返して途方に暮れていた。
§33.12.7οἱ δὲ Ῥωμαῖοι τὸν μὲν Ἄτταλον ἐκέλευον προκαθίσαντα τῆς αὑτοῦ χώρας μετὰ δυνάμεως αὐτὸν μὲν μὴ κατάρχειν τοῦ πολέμου, ταῖς δὲ πόλεσι ταῖς αὑτοῦ καὶ ταῖς κώμαις τὴν ἀσφάλειαν παρασκευάζειν·
一方、ローマ人たちはアッタロスに対し、軍を率いて自国の国境を警備し、自らは戦争を始めないように、しかし自分の都市や村々の安全を確保するようにと命じた。
§33.12.8αὐτοὶ δὲ μερίσαντες σφᾶς αὐτούς, οἱ μὲν ἔπλεον κατὰ σπουδὴν ἀπαγγελοῦντες τῇ συγκλήτῳ τὴν ἀπείθειαν τοῦ Προυσίου, τινὲς δʼ ἐπὶ τῆς Ἰωνίας ἐχωρίσθησαν, ἕτεροι δʼ ἐφʼ Ἑλλησπόντου καὶ τῶν κατὰ τὸ Βυζάντιον τόπων, μίαν ἔχοντες καὶ τὴν αὐτὴν πρόθεσιν ἅπαντες,
そして、彼ら自身は手分けをして、一部の者たちはプルシアスの不従順を元老院に報告するために急ぎ船出し、ある者たちはイオニアへ向かい、他の者たちはヘレスポントスやビュザンティオンの地方へと赴いた。 彼ら全員は唯一にして同一の目的を抱いていた。
§33.12.9ἀπὸ μὲν τῆς Προυσίου φιλίας καὶ συμμαχίας ἀποκαλεῖν τοὺς ἀνθρώπους, Ἀττάλῳ δὲ προσνέμειν τὴν εὔνοιαν καὶ συμμαχεῖν κατὰ δύναμιν. —
すなわち、人々をプルシアスとの友好と同盟から離れさせ、アッタロスに好意を寄せさせるとともに、力及ぶ限り彼を支援することであった。