§33.11.1ὅτι κατὰ τοὺς καιρούς, καθʼ οὓς ἐξέπεμψεν ἡ σύγκλητος τὸν Ὀπίμιον ἐπὶ τὸν τῶν Ὀξυβίων πόλεμον, ἧκε Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην,
元老院がオピミウスをオクシュビオイ人との戦争へと派遣したちょうどその時期に、若年のプトレマイオスがローマに到着した。
§33.11.2καὶ παρελθὼν εἰς τὴν σύγκλητον ἐποιεῖτο κατηγορίαν τἀδελφοῦ, φέρων τὴν αἰτίαν τῆς ἐπιβουλῆς ἐπʼ ἐκεῖνον.
そして元老院に出頭して兄を告発し、自分に対する陰謀の責任を彼に帰した。
§33.11.3ἅμα δὲ τὰς ἐκ τῶν τραυμάτων οὐλὰς ὑπὸ τὴν ὄψιν δεικνὺς καὶ τὴν λοιπὴν δεινολογίαν ἀκόλουθον τούτοις διατιθέμενος ἐξεκαλεῖτο τοὺς ἀνθρώπους πρὸς ἔλεον.
同時に、傷から生じた傷跡を衆目の前に示し、これに合わせた他の悲痛な訴えを行うことで、人々を同情へと誘った。
§33.11.4ἧκον δὲ καὶ παρὰ τοῦ πρεσβυτέρου πρέσβεις οἱ περὶ τὸν Νεολαΐδαν καὶ Ἀνδρόμαχον, ἀπολογούμενοι πρὸς τὰς ὑπὸ τἀδελφοῦ γενομένας κατηγορίας.
また、兄の方からもネオライダスやアンドロマコスら使節が到着し、弟によってなされた告発に対して弁明した。
§33.11.5ὧν ἡ σύγκλητος οὐδʼ ἀνέχεσθαι δικαιολογουμένων ἠβουλήθη, προκατειλημμένη ταῖς ὑπὸ τοῦ νεωτέρου διαβολαῖς·
しかし元老院は、若年の弟による中傷にあらかじめ囚われていたため、彼らが弁解するのを聞くことさえ望まなかった。
ἀλλὰ τούτοις μὲν ἐπανάγειν ἐκ τῆς Ῥώμης προσέταξεν ἐξ αὐτῆς,
それどころか、彼らには直ちにローマから退去するよう命じた。
§33.11.6τῷ δὲ νεωτέρῳ πέντε πρεσβευτὰς καταστήσασα τοὺς περὶ Γνάιον Μερόλαν καὶ Λεύκιον Θέρμον καὶ πεντήρη δοῦσα τῶν πρεσβευτῶν ἑκάστῳ, τούτοις μὲν παρήγγειλε κατάγειν Πτολεμαῖον εἰς Κύπρον,
一方、弟に対しては、グナエウス・メルラやルキウス・テルムスら五人の使節を任命し、使節の各々に五段櫂船一隻を与え、プトレマイオスをキプロスへ連れ戻すよう彼らに指示した。
§33.11.7τοῖς δὲ κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν συμμάχοις ἔγραψαν ἐξεῖναι συμπράττειν τῷ Πτολεμαίῳ τὰ κατὰ τὴν κάθοδον.
また、ギリシアとアジアの同盟国に対しては、プトレマイオスの復権に関する事項を支援することが許されると書簡を送った。