§33.10.1ὁ δὲ Κόιντος συναθροίσας τὰς δυνάμεις εἰς τὴν τῶν Πλακεντίνων πόλιν καὶ ποιησάμενος τὴν πορείαν διὰ τῶν Ἀπεννίνων ὀρῶν ἧκεν εἰς τοὺς Ὀξυβίους.
クイントゥスはプラケンティア人たちの町に軍勢を集め、アペニン山脈を越える行軍を行って、オクシュビオイ人のもとに到着した。
§33.10.2στρατοπεδεύσας δὲ παρὰ τὸν Ἄπρωνα ποταμὸν ἀνεδέχετο τοὺς πολεμίους, πυνθανόμενος αὐτοὺς ἁθροίζεσθαι καὶ προθύμους εἶναι πρὸς τὸ διακινδυνεύειν.
そしてアプロン川のほとりに陣を敷くと、敵が集結しつつあり決戦に意欲的であると聞いていたため、彼らを待ち受けた。
§33.10.3καὶ προσαγαγὼν τὴν στρατιὰν ὁ Κόιντος πρὸς τὴν Αἴγιτναν, ἐν ᾗ συνέβη τοὺς πρεσβευτὰς παρασπονδηθῆναι, τὴν πόλιν κατὰ κράτος ἑλὼν ἐξηνδραποδίσατο καὶ τοὺς ἀρχηγοὺς τῆς ὕβρεως ἀπέστειλε δεσμίους εἰς τὴν Ῥώμην.
クイントゥスは軍勢をアイギトナへ進めた。 そこはかつて使節たちが協定を破られて襲撃された場所であったが、彼はこの町を力づくで攻略して住民を奴隷とし、この侮辱行為の主謀者たちを縛り首にしてローマへ送った。
§33.10.4καὶ ταῦτα διαπραξάμενος ἀπήντα τοῖς πολεμίοις.
これらを実行したのち、彼は敵を迎え撃ちに向かった。
§33.10.5οἱ δʼ Ὀξύβιοι νομίζοντες ἀπαραίτητον αὑτοῖς εἶναι τὴν εἰς τοὺς πρεσβευτὰς ἁμαρτίαν, παραλόγῳ τινὶ χρησάμενοι θυμῷ καὶ λαβόντες ὁρμὴν παραστατικήν, πρὶν ἢ τοὺς Δεκιήτας αὐτοῖς συμμῖξαι, περὶ τετρακισχιλίους ἁθροισθέντες ὥρμησαν ἐπὶ τοὺς πολεμίους.
一方、オクシュビオイ人は、使節たちに対する自分たちの罪が許されざるものであると考え、理性を欠いたある種の怒りに駆られ、また死に物狂いの衝動を抱いて、デキエタイ人が自分たちと合流する前に、約四千人が集結して敵に向かって突撃した。
§33.10.6ὁ δὲ Κόιντος ἰδὼν τὴν ἔφοδον καὶ τὸ θράσος τῶν βαρβάρων τὴν μὲν ἀπόνοιαν αὐτῶν κατεπλάγη, θεωρῶν δὲ μηδενὶ λόγῳ ταύτῃ χρωμένους τοὺς ἐχθροὺς εὐθαρσὴς ἦν, ἅτε τριβὴν ἐν πράγμασιν ἔχων καὶ τῇ φύσει διαφερόντως ἀγχίνους ὑπάρχων.
クイントゥスは、この野蛮人たちの襲撃と不敵さを見て、彼らの狂気には驚愕したものの、敵がまったく理性的計略に拠らずにこれを行っているのを見て、自信を深めた。 彼は実務に経験があり、生まれつき極めて機転が利く人物だったからである。
§33.10.7διόπερ ἐξαγαγὼν τὴν αὑτοῦ στρατιὰν καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς ᾔει βάδην ἐπὶ τοὺς πολεμίους.
それゆえ、彼は自分の軍勢を率い出し、状況に適した言葉で鼓舞すると、歩調を合わせてゆっくりと敵に向かって進んだ。
§33.10.8χρησάμενος δὲ συντόνῳ προσβολῇ ταχέως ἐνίκησε τοὺς ἀντιταξαμένους καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν προτροπάδην.
そして、激しい猛攻を加えることで、立ちはだかる敵を速やかに撃破し、その多くを殺害し、残りの者たちを一目散に退散させた。
§33.10.9οἱ δὲ Δεκιῆται συνηθροισμένοι παρῆσαν, ὡς μεθέξοντες τοῖς Ὀξυβίοις τῶν αὐτῶν κινδύνων·
デキエタイ人はすでに集結して到着していたが、それはオクシュビオイ人と運命を共にするためであった。
§33.10.10ὑστερήσαντες δὲ τῆς μάχης τούς τε φεύγοντας ἐξεδέξαντο καὶ μετʼ ὀλίγον συνέβαλον τοῖς Ῥωμαίοις μετὰ μεγάλης ὁρμῆς καὶ προθυμίας.
しかし彼らは戦闘に遅れたため、逃げてくる者たちを収容し、その直後、凄まじい勢いと熱意をもってローマ軍に衝突した。
§33.10.11ἡττηθέντες δὲ τῇ μάχῃ παραυτίκα πάντες παρέδωκαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν.
だが戦いに敗れると、ただちに全員が自身と都市をローマ人の信義に委ねて降伏した。
§33.10.12ὁ δὲ Κόιντος κύριος γενόμενος τούτων τῶν ἐθνῶν παραυτίκα μὲν τῆς χώρας ὅσην ἐνεδέχετο προσέθηκε τοῖς Μασσαλιήταις, εἰς δὲ τὸ μέλλον ὅμηρα τοὺς Λιγυστίνους ἠνάγκασε διδόναι κατά τινας τακτοὺς χρόνους τοῖς Μασσαλιήταις·
クイントゥスはこれらの部族を支配下に収めると、直ちにその領土のうち可能な限りの部分をマッサリア人たちに割譲し、将来に向けては、リグリア人たちが一定の定められた期日ごとにマッサリア人たちへ人質を差し出すよう義務づけた。
§33.10.13αὐτὸς δὲ παροπλίσας τοὺς ἀντιταξαμένους καὶ διελὼν τὴν δύναμιν ἐπὶ τὰς πόλεις αὐτοῦ τὴν παραχειμασίαν ἐποιήσατο.
彼自身は、抵抗した者たちの武装を解除し、軍勢をそこの都市に分散配置して、そこで冬営に入った。
§33.10.14καὶ ταῦτα μὲν ὀξεῖαν ἔλαβε καὶ τὴν ἀρχὴν καὶ τὴν συντέλειαν. —
こうして、これらの出来事は、その始まりも結末も極めて迅速なものであった。