§33.11.1ὅτι κατὰ τοὺς καιρούς, καθʼ οὓς ἐξέπεμψεν ἡ σύγκλητος τὸν Ὀπίμιον ἐπὶ τὸν τῶν Ὀξυβίων πόλεμον, ἧκε Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην, §33.11.2καὶ παρελθὼν εἰς τὴν σύγκλητον ἐποιεῖτο κατηγορίαν τἀδελφοῦ, φέρων τὴν αἰτίαν τῆς ἐπιβουλῆς ἐπʼ ἐκεῖνον. §33.11.3ἅμα δὲ τὰς ἐκ τῶν τραυμάτων οὐλὰς ὑπὸ τὴν ὄψιν δεικνὺς καὶ τὴν λοιπὴν δεινολογίαν ἀκόλουθον τούτοις διατιθέμενος ἐξεκαλεῖτο τοὺς ἀνθρώπους πρὸς ἔλεον. §33.11.4ἧκον δὲ καὶ παρὰ τοῦ πρεσβυτέρου πρέσβεις οἱ περὶ τὸν Νεολαΐδαν καὶ Ἀνδρόμαχον, ἀπολογούμενοι πρὸς τὰς ὑπὸ τἀδελφοῦ γενομένας κατηγορίας. §33.11.5ὧν ἡ σύγκλητος οὐδʼ ἀνέχεσθαι δικαιολογουμένων ἠβουλήθη, προκατειλημμένη ταῖς ὑπὸ τοῦ νεωτέρου διαβολαῖς· ἀλλὰ τούτοις μὲν ἐπανάγειν ἐκ τῆς Ῥώμης προσέταξεν ἐξ αὐτῆς, §33.11.6τῷ δὲ νεωτέρῳ πέντε πρεσβευτὰς καταστήσασα τοὺς περὶ Γνάιον Μερόλαν καὶ Λεύκιον Θέρμον καὶ πεντήρη δοῦσα τῶν πρεσβευτῶν ἑκάστῳ, τούτοις μὲν παρήγγειλε κατάγειν Πτολεμαῖον εἰς Κύπρον, §33.11.7τοῖς δὲ κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν συμμάχοις ἔγραψαν ἐξεῖναι συμπράττειν τῷ Πτολεμαίῳ τὰ κατὰ τὴν κάθοδον.
At the very time when the senate dispatched Opimius to the war against the Oxybii, Ptolemy the Younger arrived in Rome, and appearing before the senate, he brought accusations against his brother, laying the blame for the conspiracy upon him. At the same time, by displaying the scars from his wounds before their eyes and delivering a pitiful speech in keeping with this, he excited the people to compassion. Envoys also arrived from the elder brother, namely Neolaidas, Andromachus, and their associates, to defend themselves against the accusations made by the brother. But the senate, having been prepossessed by the calumnies of the younger brother, would not even tolerate them presenting their defense; on the contrary, they ordered them to depart from Rome immediately. For the younger brother, they appointed five commissioners, namely Gnaeus Merula, Lucius Thermus, and their associates, and giving a quinquereme to each of the commissioners, they instructed them to restore Ptolemy to Cyprus. They also wrote to the allies in Greece and Asia, stating that they were permitted to assist Ptolemy in his restoration.