§33.11.1ὅτι κατὰ τοὺς καιρούς, καθʼ οὓς ἐξέπεμψεν ἡ σύγκλητος τὸν Ὀπίμιον ἐπὶ τὸν τῶν Ὀξυβίων πόλεμον, ἧκε Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην, §33.11.2καὶ παρελθὼν εἰς τὴν σύγκλητον ἐποιεῖτο κατηγορίαν τἀδελφοῦ, φέρων τὴν αἰτίαν τῆς ἐπιβουλῆς ἐπʼ ἐκεῖνον.
正当元老院派遣奥皮米乌斯去往对抗奥克西比人的战争之时,年轻的普托莱美抵达了罗马,他来到元老院,对他的兄长提出控诉,将阴谋的罪责归咎于他。
§33.11.3ἅμα δὲ τὰς ἐκ τῶν τραυμάτων οὐλὰς ὑπὸ τὴν ὄψιν δεικνὺς καὶ τὴν λοιπὴν δεινολογίαν ἀκόλουθον τούτοις διατιθέμενος ἐξεκαλεῖτο τοὺς ἀνθρώπους πρὸς ἔλεον.
与此同时,他向众人展示自己伤口留下的疤痕,并发表与此相符的悲切陈词,以此激起人们的同情。
§33.11.4ἧκον δὲ καὶ παρὰ τοῦ πρεσβυτέρου πρέσβεις οἱ περὶ τὸν Νεολαΐδαν καὶ Ἀνδρόμαχον, ἀπολογούμενοι πρὸς τὰς ὑπὸ τἀδελφοῦ γενομένας κατηγορίας.
兄长一方也派出了由内奥莱达斯和安德罗马库斯等人组成的使节,为针对其弟所作出的控诉进行辩护。
§33.11.5ὧν ἡ σύγκλητος οὐδʼ ἀνέχεσθαι δικαιολογουμένων ἠβουλήθη, προκατειλημμένη ταῖς ὑπὸ τοῦ νεωτέρου διαβολαῖς· ἀλλὰ τούτοις μὲν ἐπανάγειν ἐκ τῆς Ῥώμης προσέταξεν ἐξ αὐτῆς,
然而,元老院已先入为主地听信了弟弟的诽谤,甚至不愿听取他们的辩解;相反,元老院命令他们立即离开罗马。
§33.11.6τῷ δὲ νεωτέρῳ πέντε πρεσβευτὰς καταστήσασα τοὺς περὶ Γνάιον Μερόλαν καὶ Λεύκιον Θέρμον καὶ πεντήρη δοῦσα τῶν πρεσβευτῶν ἑκάστῳ, τούτοις μὲν παρήγγειλε κατάγειν Πτολεμαῖον εἰς Κύπρον,
至于弟弟,元老院为其指派了由格奈乌斯·梅鲁拉和卢基乌斯·塞尔穆斯等人组成的五人使团,并给每位使节配备了一艘五级战船,指示他们护送普托莱美回到塞浦路斯。
§33.11.7τοῖς δὲ κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν συμμάχοις ἔγραψαν ἐξεῖναι συμπράττειν τῷ Πτολεμαίῳ τὰ κατὰ τὴν κάθοδον.
他们还给希腊和亚洲的盟友写信,允许他们协助普托莱美复位。