§32.5.1ὅτι τὰ κατὰ τὴν Αἰτωλίαν καλῶς διετέθη, κατεσβεσμένης ἐν αὐτοῖς τῆς ἐμφυλίου στάσεως μετὰ τὸν Λυκίσκου θάνατον,
アイトリアの情勢は、リュキスコスの死の後、彼らの間で内乱が鎮静化されたことによって、良好な状態に維持された。
§32.5.2καὶ Μνασίππου τοῦ Κορωναίου μεταλλάξαντος τὸν βίον βελτίων ἦν ἡ διάθεσις κατὰ τὴν Βοιωτίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀκαρνανίαν Χρέμα γεγονότος ἐκποδών.
また、コロネイアのムナシッポスが世を去ったことで、ボイオティアの情勢もより良くなり、同様にアカルナニアでもクレマスが取り除かれたことによって情勢が改善した。
§32.5.3σχεδὸν γὰρ ὡσανεὶ καθαρμόν τινα συνέβη γενέσθαι τῆς Ἑλλάδος, τῶν ἀλιτηρίων αὐτῆς ἐκ τοῦ ζῆν μεθισταμένων.
なぜなら、ギリシアの害毒たちがこの世を去っていくことで、まるでギリシアの一種の浄化が行われたかのようになったからである。
§32.5.4καὶ γὰρ καὶ τὸν Ἠπειρώτην Χάροπα συνεκύρησε κατὰ τὸν ἐνιαυτὸν τοῦτον ἐν Βρεντεσίῳ μεταλλάξαι τὸν βίον.
実にまた、エペイロス人カロプスが、この年にブレンテシオンで世を去ることも重なった。
§32.5.5τὰ δὲ κατὰ τὴν Ἤπειρον ἔτʼ ἐν ἀκαταστασίαις ἦν καὶ ταραχαῖς, ὡς κατὰ τοὺς ἐπάνω χρόνους, διὰ τὴν Χάροπος ὠμότητα καὶ παρανομίαν, ἐξ οὗ συνέβη τελεσθῆναι τὸν πρὸς Περσέα πόλεμον.
しかし、エペイロスの情勢は、ペルセウスとの戦争が終結した時以来、カロプスの残酷さと不法行為のために、以前の時期と同様に、依然として混乱と騒乱の中にあった。
§32.5.6μετὰ γὰρ τὸ κατακρῖναι Λεύκιον Ἀνίκιον καὶ Λεύκιον Αἰμίλιον ἀνελεῖν τοὺς μὲν τῶν ἐπιφανῶν ἀνδρῶν, τοὺς δʼ ἀπαγαγεῖν εἰς τὴν Ῥώμην, ὅσοι καὶ βραχεῖαν ὑποψίαν εἶχον, §32.5.7τότε λαβὼν ὁ Χάροψ τὴν ἐξουσίαν ὃ βούλοιτο πράττειν, οὐκ ἔστι τῶν δεινῶν ὁποῖον οὐκ ἐποίει,
というのも、ルキウス・アニキウスとルキウス・アエミリウスが、著名な男たちのうちある者たちを処刑し、少しでも疑いを持たれた者たちすべてをローマへと連行することを決定した後のことであったが、その時、自分が望むことを行う権力を得たカロプスは、ありとあらゆる恐るべき悪行を働いた。
§32.5.8τὰ μὲν διʼ αὑτοῦ, τὰ δὲ διὰ τῶν φίλων, ἅτε νέος μὲν ὢν αὐτὸς κομιδῇ, συνδεδραμηκότων δὲ πρὸς αὐτὸν τῶν χειρίστων καὶ τῶν εἰκαιοτάτων ἀνθρώπων διὰ τὸν ἐκ τῶν ἀλλοτρίων νοσφισμόν.
あることは自ら行い、あることは友人たちを通じて行った。 彼自身が非常に若かった上に、他人の財産をかすめ取ることを目当てに、最も邪悪で軽薄な人々が彼のもとに集まっていたからである。
§32.5.9εἶχε δʼ οἷον ἐφεδρείαν καὶ ῥοπὴν πρὸς τὸ πιστεύεσθαι διότι πράττει κατά τινα λόγον ἃ ποιεῖ καὶ μετὰ τῆς Ῥωμαίων γνώμης τήν τε προϋπάρχουσαν αὐτῷ σύστασιν πρὸς τοὺς προειρημένους καὶ πρὸς ταύτῃ Μύρτωνα πρεσβύτην ἄνθρωπον καὶ τὸν υἱὸν αὐτοῦ Νικάνορα,
さらに、自分がなすことを何らかの理にかなった仕方で、またローマ人の意向に沿って行っていると信じさせるための、いわば後ろ盾や加重として、彼は上述の者たちとあらかじめ結んでいたつながりを持っていた。 これに加えて、老いたるミュルトンとその息子ニカノルも後ろ盾であった。
§32.5.10τἄλλα τε μετρίους ἀνθρώπους καὶ δοκοῦντας εἶναι Ῥωμαίων φίλους, οἳ πολύ τι κεχωρισμένοι τὸν πρὸ τοῦ χρόνον ἁπάσης ἀδικίας οὐκ οἶδʼ ὅπως τότε συνεπέδωκαν αὑτοὺς εἰς τὸ συνεπισχύειν καὶ κοινωνεῖν ταῖς τοῦ Χάροπος ἀνομίαις.
この二人は、他の点では穏健な人物であり、ローマ人の友と見なされていたが、以前の時期にはあらゆる不正から遠く離れていたにもかかわらず、どういうわけか当時は、カロプスの不法行為を支援し、これに加担することに自らを委ねてしまったのである。
§32.5.11ἐπειδὴ δʼ ὁ προειρημένος τοὺς μὲν κατὰ τὴν ἀγορὰν ἀναφανδὸν ἐφόνευσε, τοὺς δʼ ἐν ταῖς ἰδίαις οἰκίαις, ἐνίους δʼ ἐπὶ τῶν ἀγρῶν καὶ κατὰ τὰς ὁδοὺς ἐπαποστέλλων ἐδολοφόνησε καὶ πάντων τῶν τεθνεώτων ἐξηνδραποδίσατο τοὺς βίους, ἄλλην ἐπεισῆγε μηχανήν.
この上述の男は、ある者たちを広場で公然と虐殺し、ある者たちをその私邸で殺し、またある者たちに対しては刺客を送り込んで地方や路上でだまし討ちにし、死者全員の財産を徹底的に没収したが、さらに別の手段を導入した。
§32.5.12προέγραφε γὰρ τοὺς εὐκαιροῦντας τοῖς βίοις φυγάδας, οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας·
というのも、彼は富裕な人々を亡命者として公示したからである。 それも、男性だけでなく女性までも。
§32.5.13ἀναταθεὶς δὲ τὸν φόβον τοῦτον ἐχρηματίζετʼ ἀεὶ τοὺς μὲν ἄνδρας διʼ ἑαυτοῦ, τὰς δὲ γυναῖκας διὰ τῆς μητρὸς Φιλώτιδος·
そして、この恐怖を吊り下げることによって、彼は常に私腹を肥やしていたが、男性からは自分自身で、女性からはその母ピロティスを通じてそれを行った。
§32.5.14πάνυ γὰρ εὐφυὲς ἐγένετο καὶ τοῦτο τὸ πρόσωπον, πρὸς δὲ βίαν καὶ πλεῖόν τι δυνάμενον συνεργεῖν ἢ κατὰ γυναῖκα.
なぜなら、この人物もまたきわめて適性があり、暴力に関しては、女性の域を超えるほどの協力能力を持っていたからである。