§32.6.1ἐπειδὴ δὲ πάντας καὶ πάσας ἐξηργυρίσαντο κατὰ τὸ δυνατόν, εἰσῆγον εἰς τὸν δῆμον οὐδὲν ἧττον ἅπαντας τοὺς προγεγραμμένους.
しかし彼らが、可能な限り男女全員から金を搾り取った後、それにもかかわらず公示された者たち全員を民会に引き出した。
§32.6.2οἱ δὲ πολλοὶ τῶν ἐν τῇ Φοινίκῃ τὰ μὲν διὰ τὸν φόβον, τὰ δὲ καὶ δελεαζόμενοι διὰ τῶν περὶ τὸν Χάροπα κατέκριναν οὐ φυγῆς ἀλλὰ θανάτου πάντας τοὺς προσαγγελθέντας ὡς ἀλλότρια φρονοῦντας Ῥωμαίων.
すると、フォイニケにいた多数の人々は、一方では恐怖のために、他方ではカロプスの取り巻きたちにそそをかされて、告発された者たち全員をローマ人に対して敵対的な考えを持っている者として、追放ではなく死刑に処する判決を下した。
§32.6.3οὗτοι μὲν οὖν πάντες ἔφυγον, ὁ δὲ Χάροψ ὥρμησεν εἰς τὴν Ῥώμην, ἔχων χρήματα καὶ τοὺς περὶ τὸν Μύρτωνα μεθʼ αὑτοῦ, βουλόμενος ἐπισφραγίσασθαι διὰ τῆς συγκλήτου τὴν αὑτοῦ παρανομίαν.
こうしてこれらの人々はみな亡命したが、一方のカロプスは資金を携え、ミュルトンの取り巻きたちを伴ってローマへと急ぎ、元老院を通じて自らの不法行為にお墨付きを得ようと望んだ。
§32.6.4ἐν ᾧ καιρῷ κάλλιστον μὲν ἐγένετο δεῖγμα τῆς Ῥωμαίων αἱρέσεως, κάλλιστον δὲ θέαμα πᾶσι τοῖς Ἕλλησι τοῖς παρεπιδήμοις, μάλιστα δὲ τοῖς ἀνακεκλημένοις·
この時に、ローマ人の志操のきわめて見事な証しが示され、滞在していたすべてのギリシア人、とりわけ召還された者たちにとってきわめて見事な光景が展開された。
§32.6.5ὅ τε γὰρ Μάρκος, ἀρχιερεὺς ὢν καὶ πρῶτος τῆς συγκλήτου γραφόμενος, ὅ τε Λεύκιος ὁ τὸν Περσέα νικήσας, μεγίστην ἔχων πίστιν καὶ δύναμιν, πυνθανόμενοι τὰ πεπραγμένα τῷ Χάροπι κατὰ τὴν Ἤπειρον ἐκώλυσαν εἰς τὰς οἰκίας αὑτῶν εἰσιέναι τὸν Χάροπα.
というのも、最高神官であり元老院の筆頭として登録されていたマルクスと、ペルセウスを破って最大の信頼と権力を有していたルキウスは、エペイロスでカロプスが働いた悪行を耳にするや、カロプスが自分たちの邸宅に入るのを拒んだからである。
§32.6.6οὗ γενομένου περιβοήτου πάντες ἐγενήθησαν οἱ παρεπιδημοῦντες περιχαρεῖς, ἀποδεχόμενοι τὸ μισοπόνηρον τῶν Ῥωμαίων.
このことが広く知れ渡ると、滞在していたすべての人々は歓喜に満ち、ローマ人の悪を憎む姿勢を歓迎した。
§32.6.7μετὰ δὲ ταῦτα τοῦ Χάροπος εἰσελθόντος εἰς τὴν σύγκλητον, οὐ συγκατέθετο τοῖς ἀξιουμένοις οὐδʼ ἐβουλήθη δοῦναι ῥητὴν ἀπόκρισιν,
その後、カロプスが元老院に入ったが、元老院は彼の要求に同意せず、明確な回答を与えることも拒んだ。
§32.6.8ἀλλὰ τοῖς ἀποστελλομένοις πρεσβευταῖς ἔφη δώσειν ἐντολὰς ἐπισκέψασθαι περὶ τῶν γεγονότων.
ただ、派遣される使節たちに対して、起きた事態について調査するよう命令を下すと言ったのみであった。
§32.6.9ὁ δὲ Χάροψ ἀναχωρήσας ταύτην μὲν τὴν ἀπόκρισιν ἀπεσιώπησε, γράψας δὲ πρὸς τὴν ἰδίαν ὑπόθεσιν ἁρμόζουσαν ἀπήγγειλεν ὡς συνευδοκούντων Ῥωμαίων τοῖς ὑπʼ αὐτοῦ πραττομένοις.
しかしカロプスは立ち去ると、この回答については口を閉ざし、自らの企てに都合のよい回答を捏造して書き送り、ローマ人たちが彼の行うことを承認しているかのように報告した。