§32.4.1ὅτι Λυκίσκου τοῦ Αἰτωλοῦ ταρα
χώδους ὄντος καὶ θορυβώδους, ἀναιρεθέντος δὲ τούτου, τὸ ἑξῆς οἱ Αἰτωλοὶ ὡμοφρόνησαν καὶ ὡμονόησαν ἑνὸς ἀνθρώπου παραχωρήσαντος·
アイトリア人のリュキスコスは騒乱を好み、世を騒がせる男であったが、彼が殺害されると、一人の人間が世を去ったことで、その後アイトリア人たちは一心を同じくし、和解した。
§32.4.2τηλικαύτη τίς ἐστιν, ὡς ἔοικε, δύναμις ἐν ταῖς τῶν ἀνθρώπων φύσεσιν, ὥστε μὴ μόνον στρατόπεδα καὶ πόλεις, ἀλλὰ καὶ τὰς ἐθνικὰς συστάσεις καὶ τὰς ὁλοσχερεῖς διαφορὰς τῆς οἰκουμένης διʼ ἑνὸς ἀνδρὸς ἀρετὴν καὶ κακίαν ποτὲ μὲν τῶν μεγίστων κακῶν, ποτὲ δὲ τῶν μεγίστων ἀγαθῶν πεῖραν λαμβάνειν. —
人間の本性には、どうやらこれほど大きな力があるらしく、そのために、軍隊や都市だけでなく、諸民族の連合や、居住世界全体の決定的な状況までもが、一人の人間の美徳や悪徳によって、ある時は最大の災厄を、ある時は最大の恩恵を経験することになるほどである。
§32.4.3ὅτι Λυκίσκος κάκιστος ὢν καλῶς κατέστρεψε τὸν βίον, ὥστε τοὺς πλείστους εἰκότως ὀνειδίζειν τῇ τύχῃ διότι τὸ τῶν ἀγαθῶν ἀνδρῶν ἆθλον τὴν εὐθανασίαν τοῖς χειρίστοις ἐνίοτε περιτίθησιν. —
最悪の人間であったリュキスコスが穏やかな最期を遂げたため、多くの人々が当然にも運命を非難した。 なぜなら、善き人々への褒賞であるべき「安らかな死」を、運命は時に最も邪悪な者たちに授けるからである。