Humanitext Reader

波利比奥斯 · 历史 §32.5.1-32.5.14

希腊局势的好转与卡洛普斯的暴政

第 1212 段,共 1311 段 · 希腊语

内容简介

记述希腊各地的恶徒相继离世使各邦局势得以改善,以及在伊庇鲁斯独揽大权的卡洛普斯所实施的种种残酷暴政与勒索行径。

§32.5.1ὅτι τὰ κατὰ τὴν Αἰτωλίαν καλῶς διετέθη, κατεσβεσμένης ἐν αὐτοῖς τῆς ἐμφυλίου στάσεως μετὰ τὸν Λυκίσκου θάνατον,
埃托利亚的局势得以维持良好,在吕基斯科斯死后,他们之间的内讧便宣告平息。
§32.5.2καὶ Μνασίππου τοῦ Κορωναίου μεταλλάξαντος τὸν βίον βελτίων ἦν ἡ διάθεσις κατὰ τὴν Βοιωτίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀκαρνανίαν Χρέμα γεγονότος ἐκποδών.
随着科罗尼亚人姆纳西普斯的离世,波奥蒂亚的状况也变得更好,同样在阿卡纳尼亚,随着克雷马斯的铲除也是如此。
§32.5.3σχεδὸν γὰρ ὡσανεὶ καθαρμόν τινα συνέβη γενέσθαι τῆς Ἑλλάδος, τῶν ἀλιτηρίων αὐτῆς ἐκ τοῦ ζῆν μεθισταμένων.
因为希腊仿佛发生了一场净化,那些祸害国家的恶徒们纷纷离世。
§32.5.4καὶ γὰρ καὶ τὸν Ἠπειρώτην Χάροπα συνεκύρησε κατὰ τὸν ἐνιαυτὸν τοῦτον ἐν Βρεντεσίῳ μεταλλάξαι τὸν βίον.
事实上,正是在这一年,伊庇鲁斯人卡洛普斯也碰巧在布伦特西翁去世。
§32.5.5τὰ δὲ κατὰ τὴν Ἤπειρον ἔτʼ ἐν ἀκαταστασίαις ἦν καὶ ταραχαῖς, ὡς κατὰ τοὺς ἐπάνω χρόνους, διὰ τὴν Χάροπος ὠμότητα καὶ παρανομίαν, ἐξ οὗ συνέβη τελεσθῆναι τὸν πρὸς Περσέα πόλεμον.
然而,伊庇鲁斯的局势仍旧处于动荡与混乱之中,正如前一时期一样,这是由于自对珀尔修斯的战争结束以来卡洛普斯的残酷与不法所致。
§32.5.6μετὰ γὰρ τὸ κατακρῖναι Λεύκιον Ἀνίκιον καὶ Λεύκιον Αἰμίλιον ἀνελεῖν τοὺς μὲν τῶν ἐπιφανῶν ἀνδρῶν, τοὺς δʼ ἀπαγαγεῖν εἰς τὴν Ῥώμην, ὅσοι καὶ βραχεῖαν ὑποψίαν εἶχον, §32.5.7τότε λαβὼν ὁ Χάροψ τὴν ἐξουσίαν ὃ βούλοιτο πράττειν, οὐκ ἔστι τῶν δεινῶν ὁποῖον οὐκ ἐποίει,
盖因在卢基乌斯·阿尼基乌斯和卢基乌斯·埃米利乌斯决定处死一些显贵之人、并将所有哪怕仅有微小嫌疑的人都押送到罗马之后,此时获得了为所欲为之权力的卡洛普斯,便无恶不作。
§32.5.8τὰ μὲν διʼ αὑτοῦ, τὰ δὲ διὰ τῶν φίλων, ἅτε νέος μὲν ὢν αὐτὸς κομιδῇ, συνδεδραμηκότων δὲ πρὸς αὐτὸν τῶν χειρίστων καὶ τῶν εἰκαιοτάτων ἀνθρώπων διὰ τὸν ἐκ τῶν ἀλλοτρίων νοσφισμόν.
他有的亲自动手,有的则通过朋友,因为他自己尚十分年轻,而最邪恶、最轻率之辈为了侵吞他人的财产,纷纷聚集到他的身边。
§32.5.9εἶχε δʼ οἷον ἐφεδρείαν καὶ ῥοπὴν πρὸς τὸ πιστεύεσθαι διότι πράττει κατά τινα λόγον ἃ ποιεῖ καὶ μετὰ τῆς Ῥωμαίων γνώμης τήν τε προϋπάρχουσαν αὐτῷ σύστασιν πρὸς τοὺς προειρημένους καὶ πρὸς ταύτῃ Μύρτωνα πρεσβύτην ἄνθρωπον καὶ τὸν υἱὸν αὐτοῦ Νικάνορα, §32.5.10τἄλλα τε μετρίους ἀνθρώπους καὶ δοκοῦντας εἶναι Ῥωμαίων φίλους, οἳ πολύ τι κεχωρισμένοι τὸν πρὸ τοῦ χρόνον ἁπάσης ἀδικίας οὐκ οἶδʼ ὅπως τότε συνεπέδωκαν αὑτοὺς εἰς τὸ συνεπισχύειν καὶ κοινωνεῖν ταῖς τοῦ Χάροπος ἀνομίαις.
此外,为了让人相信自己所做的一切都有其道理且符合罗马人的意愿,他拥有一种类似于后盾和重力的资本,即他与前述罗马人预先存在的联系,以及此外还有年迈的米尔顿和其子尼卡诺尔,这两人在其他方面本是温和之人,且被视为罗马人的朋友,他们在先前的时期本与一切不义之举相去甚远,不知为何,当时竟然委身于协助并参与卡洛普斯的不法行径。
§32.5.11ἐπειδὴ δʼ ὁ προειρημένος τοὺς μὲν κατὰ τὴν ἀγορὰν ἀναφανδὸν ἐφόνευσε, τοὺς δʼ ἐν ταῖς ἰδίαις οἰκίαις, ἐνίους δʼ ἐπὶ τῶν ἀγρῶν καὶ κατὰ τὰς ὁδοὺς ἐπαποστέλλων ἐδολοφόνησε καὶ πάντων τῶν τεθνεώτων ἐξηνδραποδίσατο τοὺς βίους, ἄλλην ἐπεισῆγε μηχανήν.
当上述之人公然在广场上屠杀一些人,在私人住宅中杀害另一些人,并派遣刺客在田野和道路上暗杀一些人,且彻底没收了所有死者的财产之后,他又引入了另一种手段。
§32.5.12προέγραφε γὰρ τοὺς εὐκαιροῦντας τοῖς βίοις φυγάδας, οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας· §32.5.13ἀναταθεὶς δὲ τὸν φόβον τοῦτον ἐχρηματίζετʼ ἀεὶ τοὺς μὲν ἄνδρας διʼ ἑαυτοῦ, τὰς δὲ γυναῖκας διὰ τῆς μητρὸς Φιλώτιδος· §32.5.14πάνυ γὰρ εὐφυὲς ἐγένετο καὶ τοῦτο τὸ πρόσωπον, πρὸς δὲ βίαν καὶ πλεῖόν τι δυνάμενον συνεργεῖν ἢ κατὰ γυναῖκα.
因为他将家财宽裕的人宣布为流亡者,不仅有男子,也有妇女;通过悬挂这种恐惧,他不断地搜刮钱财,对男子便由他亲自进行,对妇女则通过他的母亲菲洛蒂丝;因为此人对此类勾当也极其得心应手,在施加暴力方面,她能够提供超越女性寻常限度的协助。

词汇与语法注释

  1. 32.5.2ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀκαρνανίαν Χρέμα γεγονότος ἐκποδών. — 此句属于省略句,理解时需从前文补出“局势变得更好”(βελτίων ἦν ἡ διάθεσις)。
  2. 32.5.6μετὰ γὰρ τὸ κατακρῖναι Λεύκιον Ἀνίκιον καὶ Λεύκιον Αἰμίλιον ἀνελεῖν τοὺς μὲν τῶν ἐπιφανῶν ἀνδρῶν, τοὺς δʼ ἀπαγαγεῖν εἰς τὴν Ῥώμην, ὅσοι καὶ βραχεῖαν ὑποψίαν εἶχον, — 介词 μετὰ 后接带冠词不定式 τὸ κατακρῖναι(在决定之后)。其逻辑主语(宾格)为 Λεύκιον Ἀνίκιον καὶ Λεύκιον Αἰμίλιον,而其后的不定式 ἀνελεῖν 与 ἀπαγαγεῖν 则作为 κατακρῖναι 的宾语(意为“决定去杀害/押送”)。
  3. 32.5.9εἶχε δʼ οἷον ἐφεδρείαν καὶ ῥοπὴν πρὸς τὸ πιστεύεσθαι διότι πράττει κατά τινα λόγον ἃ ποιεῖ καὶ μετὰ τῆς Ῥωμαίων γνώμης τήν τε προϋπάρχουσαν αὐτῷ σύστασιν πρὸς τοὺς προειρημένους καὶ πρὸς ταύτῃ Μύρτωνα πρεσβύτην ἄνθρωπον καὶ τὸν υἱὸν αὐτοῦ Νικάνορα, — 动词 εἶχε(拥有)的直接宾语是后方离隔出现的 τήν τε προϋπάρχουσαν αὐτῷ σύστασιν(预先存在的联系)以及 Μύρτωνα 与 Νικάνοра。短语 οἷον ἐφεδρείαν καὶ ῥοπὴν(所谓后盾与砝码)充当宾语补足语。此外,διότι 引导的从句说明了被确信(πιστεύεσθαι)的具体内容。
  4. 32.5.11ἐξηνδραποδίσατο τοὺς βίους — 动词 ἐξανδραποδίζομαι 通常意为“奴役(人口)”,在此处却罕见地以“财产/生计”(τοὺς βίους)作宾语,比喻性地表达将其资产彻底强占和支配。
  5. 32.5.13ἀναταθεὶς δὲ τὸν φόβον τοῦτον — 分词 ἀναταθεί斯源自 ἀνατείνω(悬挂、威挟)。在此处可以理解为中动(“通过悬置这一恐惧”)或被动(“通过使这一恐惧悬于其头上”),指卡洛普斯将恐怖作为敲诈勒索的手段。

引用这一段

波利比奥斯, 历史 §32.5.1-32.5.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:32.5.1-32.5.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。