§32.3.1ἐγένετο δέ τι περὶ τοὺς προειρημένους ἄξιον μνήμης.
また、前述の人々に関して、記憶に値することが起こった。
§32.3.2ὁ μὲν γὰρ Λεπτίνης μετὰ τὸ προσενεγκεῖν Γναΐῳ τὰς χεῖρας εὐθέως ἐν τῇ Λαοδικείᾳ περιῄει φανερῶς, φάσκων δίκαια πεποιηκέναι καὶ μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεπραχέναι.
というのも、レプティネスはグナエウスに手を下した後、すぐにラオディケイアで公然と歩き回り、自分は正当なことを行ったのであり、神々の意志に従ってこれらを成し遂げたのだと主張していたからである。
§32.3.3τοῦ δὲ Δημητρίου παραλαβόντος τὰ πράγματα, προσεπορεύετο τῷ βασιλεῖ, παρακαλῶν αὐτὸν μὴ δεδιέναι διὰ τὸν Γναΐου φόνον μηδὲ βουλεύεσθαι μηδὲν δυσχερὲς κατὰ τῶν Λαοδικέων·
デメトリオスが国政を掌握すると、彼は王のもとに行き、グナエウス殺害のことで恐れる必要はなく、ラオディケイアの人々に対して何の不利益なことも企てないようにと促した。
§32.3.4αὐτὸς γὰρ εἰς τὴν Ῥώμην πορεύσεσθαι καὶ διδάξειν τὴν σύγκλητον ὅτι μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεποίηκεν.
なぜなら、自分自身がローマへ行き、神々の意志に従ってこれを行ったのだと元老院に説明するつもりだから、というのである。
§32.3.5καὶ πέρας διὰ τὴν ἑτοιμότητα καὶ προθυμίαν οὗτος μὲν ἄνευ δεσμῶν ἤχθη καὶ φυλακῆς,
そしてついには、その覚悟と熱意のために、彼は縛られることも護送の監視をつけられることもなく連行された。
§32.3.6ὁ δʼ Ἰσοκράτης ἐμπεσὼν εἰς τὴν αἰτίαν ὁλοσχερῶς παρεξέστη τῇ διανοίᾳ.
一方、イソクラテスは嫌疑をかけられると、完全に精神を失ってしまった。
τοῦ κλοιοῦ δʼ αὐτῷ περὶ τὸν τράχηλον περιτεθέντος καὶ τῆς ἁλύσεως, σπανίως μὲν καὶ τὴν τροφὴν προσίετο, τῆς δὲ τοῦ σώματος θεραπείας εἰς τέλος ἀπέστη.
首に首輪と鎖をはめられると、滅多に食事も受け付けなくなり、ついには身体の世話を一切放棄してしまった。
§32.3.7διὸ καὶ παρεγένετʼ εἰς τὴν Ῥώμην θέαμα θαυμάσιον, εἰς ὃν ἀποβλέψας ἄν τις ὁμολογήσειεν διότι καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον, ὅταν ἅπαξ ἀποθηριωθῇ.
そのため、彼は驚くべき見世物となってローマに到着したが、彼を見つめる者は誰も、人間がひとたび野生化してしまえば、肉体においても魂においても、これほど恐ろしいものはないと認めざるをえなかった。
§32.3.8ἥ τε γὰρ ὄψις ἐκτόπως ἦν αὐτοῦ φοβερὰ καὶ θηριώδης, ὡς ἂν πλεῖον ἐνιαυτοῦ μὴ τὸν ῥύπον, μὴ τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρημένου,
なぜなら、彼の容貌は異常なほど恐ろしく野獣のようであり、というのも一年以上の間、汚れを落とさず、爪も切らず、髪も刈り込んでいなかったからである。
§32.3.9τά τε κατὰ τὴν διάνοιαν ἐκ τῆς τῶν ὀμμάτων ἐμφάσεως καὶ κινήσεως τοιαύτην ἐποιεῖτο τὴν φαντασίαν ὥστε τὸν θεασάμενον πρὸς πᾶν ζῷον ἑτοιμότερον ἂν προσελθεῖν ἢ πρὸς ἐκεῖνον.
また、目の表情や動きから窺えるその精神状態は、これを目撃した者が、彼に近づくくらいなら、むしろどんな獣にでも進んで近づだろうと思わせるほどの印象を与えた。
§32.3.10ὁ δὲ Λεπτίνης μένων ἐπὶ τῆς ἐξ ἀρχῆς προαιρέσεως εἴς τε τὴν σύγκλητον ἕτοιμος ἦν εἰσπορεύεσθαι πρός τε τοὺς ἐντυγχάνοντας ἁπλῶς ἀνθωμολογεῖτο περὶ τῆς πράξεως, καὶ προσδιωρίζετο μηδὲν αὑτῷ δυσχερὲς ἀπαντήσειν ὑπὸ Ῥωμαίων.
一方、レプティネスは当初の決意を貫き、元老院に出頭する覚悟をしており、出会う人々に対してその行為を率直に認め、ローマ人から自分に何の不都合なことも降りかからないだろうと言い張っていた。
καὶ τέλος εὐστόχησε τῆς ἐλπίδος·
そして最後には、その期待通りになった。
§32.3.11ἡ γὰρ σύγκλητος, ὡς ἐμοὶ δοκεῖν, ὑπολαβοῦσα διότι δόξει τοῖς πολλοῖς ἔχειν τοῦ φόνου δίκην, ἐὰν τοὺς αἰτίους παραλαβοῦσα τιμωρήσηται, τούτους μὲν οὐ προσεδέξατο μικροῦ δεῖν, ἐτήρει δὲ τὴν αἰτίαν ἀκέραιον,
というのも、元老院は、私の見解では、もし首謀者たちを受け取って処罰してしまえば、それで殺害に対する報復を果たしたと大衆に思われてしまうと考え、彼らをほとんど受け入れようとはせず、告発の権利を傷のないままに保持したからである。
§32.3.12ὥστʼ ἔχειν ἐξουσίαν, ὅτε βουληθείη, χρήσασθαι τοῖς ἐγκλήμασι.
それは、望むときにはいつでも、その罪科を利用できる権限を保持するためであった。
§32.3.13διὸ καὶ τὴν ἀπόκρισιν ἔδωκε τοιαύτην τῷ Δημητρίῳ, διότι τεύξεται τῶν φιλανθρώπων, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν τῆς ἀρχῆς ἐξουσίαν. —
それゆえ、デメトリオスに対しても、もし彼が自らの王権の権力に従って元老院を満足させるならば、好意的な待遇を得られるだろうという、そのような回答を与えたのである。
§32.3.14ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις οἱ περὶ Ξένωνα καὶ Τηλεκλῆν ὑπὲρ τῶν κατῃτιαμένων, καὶ μάλιστα τοῦ Πολυβίου καὶ τοῦ Στρατίου χάριν·
アカイア人からも、告発された者たちのため、とりわけポリュビオスとストラティオスのために、クセノンとテレクレスを長とする使節たちが到着した。
§32.3.15τοὺς μὲν γὰρ λοιποὺς σχεδὸν ἅπαντας ὁ χρόνος ἤδη καταναλώκει, τούς γε δὴ καὶ μνήμης ἀξίους.
というのも、他の人々、少なくとも記憶に値するような人々のほとんどすべては、すでに時の経過によって世を去っていたからである。
§32.3.16παρῆσαν δʼ οἱ πρέσβεις ἐντολὰς ἔχοντες ἁπλῶς ἀξιωματικὰς χάριν τοῦ πρὸς μηδὲν ἀντιφιλονικεῖν τῇ συγκλήτῳ.
使節たちは、元老院と何事においても争わないようにするために、単に請願的な指示だけを携えてやって来ていた。
§32.3.17εἰσπορευθέντων δὲ καὶ ποιησαμένων τοὺς ἁρμόζοντας λόγους, οὐδʼ ὣς οὐδὲν ἠνύσθη, τὸ δʼ ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκειμένων.
しかし、彼らが中に入り、適切な弁明を行ったにもかかわらず、やはり何も達成されず、それどころか元老院は、これまでの決定にとどまることを決議した。