§31.27.1μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος μὲν τοῦ μεγάλου θυγατράσιν, ἀδελφαῖς δὲ τοῦ κατὰ θέσιν πατρός, λαβόντος, αὐτὸν ἔδει τὴν ἡμίσειαν ἀποδοῦναι τῆς φερνῆς.
その後、彼が遺産を受け取った際、大スキピオの娘たちであり、彼の養父の姉妹たちである彼女たちに、持参金の半分を返済することが彼に求められた。
§31.27.2ὁ γὰρ πατὴρ συνέθετο μὲν ἑκατέρᾳ τῶν θυγατέρων πεντήκοντα τάλαντα δώσειν, §31.27.3τούτων δὲ τὸ μὲν ἥμισυ παραχρῆμα τοῖς ἀνδράσιν ἔδωκεν ἡ μήτηρ, τὸ δʼ ἥμισυ κατέλειπεν ἀποθνήσκουσα προσοφειλόμενον,
というのも、父親は娘たちのそれぞれに50タラントンを与えることを約束していたが、これらのうち、半分は母親がただちに夫たちに支払い、残り半分は、彼女が亡くなるときに未払い分として残していたからである。
§31.27.4ὅθεν ἔδει τὸν Σκιπίωνα διαλύειν τοῦτο τὸ χρέος ταῖς τοῦ πατρὸς ἀδελφαῖς.
それゆえ、スキピオは父の姉妹たちにこの債務を支払わねばならなかった。
§31.27.5κατὰ δὲ τοὺς Ῥωμαίων νόμους δέον ἐν τρισὶν ἔτεσιν ἀποδοῦναι τὰ προσοφειλόμενα χρήματα τῆς φερνῆς ταῖς γυναιξί, προδοθέντων πρώτων τῶν ἐπίπλων εἰς δέκα μῆνας κατὰ τὸ παρʼ ἐκείνοις ἔθος, §31.27.6εὐθέως ὁ Σκιπίων συνέταξε τῷ τραπεζίτῃ τῶν εἴκοσι καὶ πέντε ταλάντων ἑκατέρᾳ ποιήσασθαι τὴν ἀνταπόδοσιν ἐν τοῖς δέκα μησί.
ところで、ローマの法律によれば、持参金の未払い金は3年以内に妻たちに返済されることになっており、彼女たちの慣習に従って、最初の10ヶ月以内にはまず動産が引き渡されることになっていたが、スキピオはただちに、銀行家に対し、10ヶ月以内にそれぞれに25タラントンずつの返済を行うよう指示した。
§31.27.7τοῦ δὲ Τεβερίου καὶ τοῦ Νασικᾶ Σκιπίωνος, οὗτοι γὰρ ἦσαν ἄνδρες τῶν προειρημένων γυναικῶν, ἅμα τῷ διελθεῖν τοὺς δέκα μῆνας προσπορευομένων πρὸς τὸν τραπεζίτην καὶ πυνθανομένων, εἴ τι συνετέτακτο Σκιπίων αὐτῷ περὶ τῶν χρημάτων, κἀκείνου κελεύοντος αὐτοὺς κομίζεσθαι καὶ ποιοῦντος τὴν διαγραφὴν ἑκατέρῳ τῶν εἴκοσι καὶ πέντε ταλάντων, ἀγνοεῖν αὐτὸν ἔφασαν·
ところで、ティベリウスとナシカ・スキピオ――彼らが先述の女性たちの夫であったが――が、10ヶ月が経過するとすぐに銀行家のもとへ行き、お金に関してスキピオから何か指示があったかどうかを尋ね、銀行家が彼らにそれを受け取るように促し、それぞれに25タラントンの支払い指図書を作成したところ、彼らは、彼が分かっていないのだと言った。
§31.27.8δεῖν γὰρ αὑτοὺς οὐ πᾶν κατὰ τὸ παρόν, ἀλλὰ τὸ τρίτον μέρος κομίζεσθαι κατὰ τοὺς νόμους.
というのも、法律によれば、現時点では全額ではなく、3分の1を受け取るべきであるから、と。
§31.27.9τοῦ δὲ φάσκοντος οὕτως αὐτῷ συντεταχέναι τὸν Σκιπίωνα, διαπιστήσαντες προῆγον ἐπὶ τὸν νεανίσκον, διειληφότες ἐκεῖνον ἀγνοεῖν.
しかし、銀行家が、スキピオから確かにそう指示されたのだと主張したため、彼らは不審に思い、彼が法律を知らないに違いないと思い込んで、その若者のもとへと進んだ。
καὶ τοῦτʼ ἔπασχον οὐκ ἀλόγως·
そして、彼らがそう思ったのも無理はなかった。
§31.27.10οὐ γὰρ οἷον πεντήκοντα τάλαντα δοίη τις ἂν ἐν Ῥώμῃ πρὸ τριῶν ἐτῶν, ἀλλʼ οὐδὲ τάλαντον ἓν πρὸ τῆς τεταγμένης ἡμέρας·
ローマでは50タラントンを3年前に支払うなどということはおろか、定められた日の前には1タラントンさえ支払う者はいないからである。
§31.27.11τοιαύτη τίς ἐστι καὶ τηλικαύτη παρὰ πάντας ἅμα μὲν ἀκρίβεια. περὶ τὸ διάφορον, ἅμα δὲ λυσιτέλεια περὶ τὸν χρόνον.
すべての人々の間に、金銭に関してはそれほどまでに厳格であり、同時に時間に関してはそれほどまでに利害に敏感なところがあるのだ。
§31.27.12οὐ μὴν ἀλλὰ προσπορευθέντων αὐτῶν καὶ πυνθανομένων πῶς τῷ τραπεζίτῃ συντέταχε, τοῦ δʼ εἰπόντος ἀποδοῦναι πᾶν τὸ χρῆμα ταῖς ἀδελφαῖς, ἀγνοεῖν αὐτὸν ἔφασαν, ἅμα τὸ κηδεμονικὸν ἐμφανίζοντες·
しかしながら、彼らがやって来て、銀行家にどのように指示したのかを尋ね、彼が姉妹たちに全額を支払うようにと言ったとき、彼らは、親族としての気遣いを示しつつ、彼は法律を知らないのだと言った。
§31.27.13ἐξεῖναι γὰρ αὐτὸν κατὰ τοὺς νόμους χρῆσθαι τοῖς διαφόροις ἱκανὸν ἔτι χρόνον.
なぜなら、法律によれば、彼はその資金をまだかなりの期間使用することが許されているから、と。
§31.27.14ὁ δὲ Σκιπίων ἔφησεν ἀγνοεῖν τούτων οὐδέν, ἀλλὰ πρὸς μὲν τοὺς ἀλλοτρίους τὴν ἐκ τῶν νόμων ἀκρίβειαν τηρεῖν, τοῖς δὲ συγγενέσι καὶ φίλοις ἁπλῶς χρῆσθαι καὶ γενναίως κατὰ δύναμιν.
しかしスキピオは、自分はそれらのことを何も知らないわけではないが、他人に対しては法律による厳格さを守るものの、親族や友人に対しては、できる限り寛大に、かつ気前よく接するのだ、と言った。
§31.27.15διὸ παραλαμβάνειν αὐτοὺς ἐκέλευε πᾶν τὸ χρῆμα παρὰ τοῦ τραπεζίτου.
それゆえ、銀行家から全額を受け取るようにと、彼は彼らに促した。
§31.27.16οἱ δὲ περὶ τὸν Τεβέριον ταῦτʼ ἀκούσαντες ἐπανῆγον σιωπῶντες, καταπεπληγμένοι μὲν τὴν τοῦ Σκιπίωνος μεγαλοψυχίαν, κατεγνωκότες δὲ τῆς αὑτῶν μικρολογίας, καίπερ ὄντες οὐδενὸς δεύτεροι Ῥωμαίων.
ティベリウスたちはこれを聞くと、スキピオの寛大さに感嘆し、また、ローマ人の誰にも劣らぬ身分でありながら自らの器の小ささを恥じ入って、黙って引き返していった。