§31.28.1μετὰ δʼ ἔτη δύο μεταλλάξαντος τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου καὶ καταλιπόντος κληρονόμους τῆς οὐσίας αὐτόν τε καὶ τὸν ἀδελφὸν Φάβιον, καλόν τι καὶ μνήμης ἄξιον ἐποίησεν.
2年後、彼の生みの父親であるルキウスが他界し、その遺産の相続人として彼と彼の兄ファビウスを遺した際、彼は美しく、記憶に値する事を行った。
§31.28.2ὁ γὰρ Λεύκιος ὑπάρχων ἄτεκνος διὰ τὸ τοὺς μὲν εἰς ἑτέρας οἰκίας ἐκδεδόσθαι, τοὺς δʼ ἄλλους υἱούς, οὓς ἔτρεφε διαδόχους [καὶ] τοῦ γένους, πάντας μετηλλαχέναι, τούτοις ἀπέλιπε τὴν οὐσίαν.
というのも、ルキウスは、一方の息子たちは他の家に養子に出され、他方の、家系の後継者として育てていた息子たちは全員先立たれてしまっていたために、事実上子供がいない状態であったが、これら2人に遺産を遺したからである。
§31.28.3ὁ δὲ Σκιπίων θεωρῶν αὑτοῦ τὸν ἀδελφὸν καταδεέστερον ὄντα τοῖς ὑπάρχουσιν ἐξεχώρησε πάντων τῶν ὑπαρχόντων, οὔσης τῆς ὅλης τιμήσεως ὑπὲρ ἑξήκοντα τάλαντα, διὰ τὸ μέλλειν οὕτως ἴσον ὑπάρχειν αὐτῷ κατὰ τὴν οὐσίαν τὸν Φάβιον.
しかし、スキピオは自分の兄が手持ちの財産においてより乏しいことを見てとり、全遺産の相続権を彼に譲渡した。 その総評価額は60タラントンを超えていたが、それはファビウスがこのようにして財産の面で自分と対等になるようにするためであった。
§31.28.4γενομένου δὲ τούτου περιβοήτου, προσέθηκεν ἕτερον τούτῳ δεῖγμα τῆς αὑτοῦ προαιρέσεως ἐμφανέστερον·
このことが世間で評判になると、彼は自らの志を示す、これよりさらに顕著なもう一つの証拠を付け加えた。
§31.28.5βουλομένου γὰρ τἀδελφοῦ μονομαχίας ἐπὶ τῷ πατρὶ ποιεῖν, οὐ δυναμένου δὲ δέξασθαι τὴν δαπάνην διὰ τὸ πλῆθος τῶν ἀναλισκομένων χρημάτων, καὶ ταύτης τὴν ἡμίσειαν εἰσήνεγκεν ὁ Σκιπίων ἐκ τῆς ἰδίας οὐσίας.
すなわち、彼の兄が父親のために追悼の剣闘士競技を催したいと望んだものの、費やされる費用の莫大さゆえにその出費に耐えられなかったとき、スキピオはその半分をも自らの個人的な財産から拠出したのである。
§31.28.6ἔστι δʼ οὐκ ἐλάττων ἡ σύμπασα τριάκοντα ταλάντων, ἐάν τις μεγαλομερῶς ποιῇ.
もしこれを豪華に行うならば、その総額は30タラントンを下回るものではない。
§31.28.7φήμης περὶ αὐτοῦ διαδιδομένης, μετήλλαξεν ἡ μήτηρ.
彼についての評判が広まりつつある中、彼の母親が他界した。
§31.28.8ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ κομίσασθαί τι ὧν πρότερον ἐδωρήσατο, περὶ ὧν ἀρτίως εἶπον, ὥστε καὶ ταῦτα καὶ τὴν λοιπὴν οὐσίαν τὴν τῆς μητρὸς ἅπασαν ἀπέδωκε ταῖς ἀδελφαῖς, ἧς οὐδὲν αὐταῖς προσῆκε κατὰ τοὺς νόμους.
しかし彼は、先ほど私が語った、かつて彼女に贈与したものを何一つ取り戻すことをしなかったばかりか、それらも、そして母親のその他の遺産のすべてをも姉妹たちに譲り渡した。 それらは法律上、彼女たちに受給権がまったくないものであった。
§31.28.9διὸ πάλιν τῶν ἀδελφῶν παραλαβουσῶν τὸν ἐν ταῖς ἐξόδοις κόσμον καὶ τὴν περίστασιν τὴν τῆς Αἰμιλίας, πάλιν ἐκαινοποιήθη τὸ μεγαλόψυχον καὶ φιλοίκειον τῆς τοῦ Σκιπίωνος προαιρέσεως.
それゆえ、姉妹たちが再び、公の場での行列用の装飾品やアイミリアの従者の一団を引き取ったとき、スキピオの志が持つ寛大さと身内への情愛が、再び新たなものとして称賛された。
§31.28.10ταῦτα μὲν οὖν προκατεσκευασμένος ἐκ τῆς πρώτης ἡλικίας Πόπλιος Σκιπίων προῆλθε πρὸς τὸ φιλοδοξεῖν σωφροσύνῃ καὶ καλοκἀγαθίᾳ.
このようにして若い頃からあらかじめ自らを整えていたプブリウス・スキピオは、節制と美徳によって名声を博する道へと進んだ。
§31.28.11εἰς ἣν ἴσως ἑξήκοντα τάλαντα δαπανήσας, τοσαῦτα γὰρ ἦν προειμένος τῶν ἰδίων, ὁμολογουμένην ἔσχε τὴν ἐπὶ καλοκἀγαθίᾳ φήμην, οὐχ οὕτω τῷ πλήθει τῶν χρημάτων τὸ προκείμενον κατεργασάμενος ὡς τῷ καιρῷ τῆς δόσεως καὶ τῷ χειρισμῷ τῆς χάριτος.
おそらくそのために60タラントンを費やしたのであるが――それだけの額を彼は自身の所有から手放したのである――、彼は美徳における確固たる名声を手に入れた。 それは、金銭の多さによってその目標を達成したというよりは、むしろ与える時期と、その好意の施し方によってであった。
§31.28.12τὴν δὲ σωφροσύνην περιεποιήσατο δαπανήσας μὲν οὐδέν, πολλῶν δὲ καὶ ποικίλων ἡδονῶν ἀποσχόμενος προσεκέρδανε τὴν σωματικὴν ὑγίειαν καὶ τὴν εὐεξίαν,
一方、節制については、彼は一銭も費やすことなく、多くの多様な快楽を遠ざけることによってこれを獲得し、さらに身体の健康と頑健さを手に入れた。
§31.28.13ἥτις αὐτῷ παρʼ ὅλον τὸν βίον παρεπομένη πολλὰς ἡδονὰς καὶ καλὰς ἀμοιβὰς ἀπέδωκεν ἀνθʼ ὧν πρότερον ἀπέσχετο τῶν προχείρων ἡδονῶν.
これは彼の生涯を通じて彼に寄り添い、彼がかつて目の前の快楽を遠ざけたことに対する引き換えとして、多くの快楽と美しい報いをもたらしたのであった。