§31.26.1πρώτη μὲν γὰρ αὐτῷ μετήλλαξε τὸν βίον ἡ τοῦ κατὰ θέσιν πατρὸς μήτηρ, ἥτις ἦν ἀδελφὴ μὲν τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου, γυνὴ δὲ τοῦ κατὰ θέσιν πάππου Σκιπίωνος τοῦ μεγάλου προσαγορευθέντος.
というのも、まず最初に、彼の養父の母がこの世を去ったからであり、彼女は彼の実父ルキウスの姉妹であり、大スキピオと呼ばれた彼の養祖父の妻であった。
§31.26.2ταύτης ἀπολιπούσης οὐσίαν μεγάλην κληρονόμος ὢν πρῶτον ἐν τούτοις ἔμελλε πεῖραν δώσειν τῆς ἑαυτοῦ προαιρέσεως.
彼女が莫大な遺産を残して世を去り、その相続人となったことで、彼はこの件において初めて自己の志操の実証を示すことになるはずであった。
§31.26.3συνέβαινε δὲ τὴν Αἰμιλίαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ προειρημένῃ γυναικί, μεγαλομερῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις, ἅτε συνηκμακυῖαν τῷ βίῳ καὶ τῇ τύχῃ τῇ Σκιπίωνος·
ところで、アイミリア――これが先述の女性の名であったが――は、女性たちの公の外出において壮麗な備えを整えるのが常であった。 彼女はスキピオの生涯と富を共にして栄えたからである。
§31.26.4χωρὶς γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν ἀπήνην κόσμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τἄλλα τὰ πρὸς τὴν θυσίαν, ποτὲ μὲν ἀργυρᾶ, ποτὲ δὲ χρυσᾶ, πάντα συνεξηκολούθει κατὰ τὰς ἐπιφανεῖς ἐξόδους αὐτῇ,
というのも、彼女自身の身なりや馬車の装飾は別としても、儀式用の籠や杯、その他の祭儀のための道具類は、あるものは銀製、あるものは金製であって、彼女の華麗な外出の際にはそれらすべてが彼女に付き従っていたからである。
§31.26.5τό τε τῶν παιδισκῶν καὶ τὸ τῶν οἰκετῶν τῶν παρεπομένων πλῆθος ἀκόλουθον ἦν τούτοις.
そして、付き従う女奴隷や召使いたちの大群も、これらの華麗さにふさわしいものであった。
§31.26.6ταύτην δὴ τὴν περικοπὴν ἅπασαν εὐθέως μετὰ τὸν τῆς Αἰμιλίας τάφον ἐδωρήσατο τῇ μητρί, ᾗ συνέβαινε κεχωρίσθαι μὲν ἀπὸ τοῦ Λευκίου πρότερον ἤδη χρόνοις πολλοῖς, τὴν δὲ τοῦ βίου χορηγίαν ἐλλιπεστέραν ἔχειν τῆς κατὰ τὴν εὐγένειαν φαντασίας.
スキピオは、アイミリアの葬儀の直後に、この華麗な備えのすべてを実母に贈った。 実母はすでに何年も前にルキウスと離別しており、その生活資材は、自らの高貴な生まれにふさわしい見栄えを保つには不十分な状態にあったのである。
§31.26.7διὸ τὸν πρὸ τοῦ χρόνον ἀνακεχωρηκυίας αὐτῆς ἐκ τῶν ἐπισήμων ἐξόδων, τότε κατὰ τύχην οὔσης ἐπιφανοῦς καὶ πανδήμου θυσίας, ἐκπορευομένης αὐτῆς ἐν τῇ τῆς Αἰμιλίας περικοπῇ καὶ χορηγίᾳ, καὶ πρὸς τοῖς ἄλλοις καὶ τῶν ὀρεοκόμων καὶ τοῦ ζεύγους καὶ τῆς ἀπήνης τῆς αὐτῆς ὑπαρχούσης, §31.26.8συνέβη τὰς γυναῖκας θεωμένας τὸ γεγονὸς ἐκπλήττεσθαι τὴν τοῦ Σκιπίωνος χρηστότητα καὶ μεγαλοψυχίαν καὶ πάσας προτεινούσας τὰς χεῖρας εὔχεσθαι τῷ προειρημένῳ πολλὰ κἀγαθά.
このため、それより前の時期には彼女は公の華麗な外出を控えていたが、そのとき偶然にも盛大で市民全員が参加する犠牲祭があり、彼女がアイミリアの遺した備えと資材を用いて出かけた際、何よりも騾馬追いも、繋がれた獣も、馬車までもがかつてと全く同じものであったため、それを目にした女性たちは、スキピオの親切心と気前の良さに驚嘆し、こぞって手を差し伸べて、彼に多くの祝福があるよう祈るにいたった。
§31.26.9τοῦτο δὲ πανταχῇ μὲν ἂν εἰκότως φαίνοιτο καλόν, ἐν δὲ Ῥώμῃ καὶ θαυμαστόν·
このような行為はどこであっても当然ながら美徳と映るであろうが、ローマにおいては驚異的でさえあった。
ἁπλῶς γὰρ οὐδεὶς οὐδενὶ δίδωσι τῶν ἰδίων ὑπαρχόντων ἑκὼν οὐδέν.
というのも、ローマでは基本的に、誰も自らの所有物を自発的に他人に与えることなど決してないからである。
§31.26.10πρώτη μὲν οὖν αὕτη καταρχὴ τῆς ἐπὶ καλοκἀγαθίᾳ φήμης αὐτῷ συνεκύρησε καὶ μεγάλην ἐποίησε προκοπήν, ἅτε τοῦ τῶν γυναικῶν γένους καὶ λάλου καὶ κατακοροῦς ὄντος, ἐφʼ ὅ,τι ἂν ὁρμήσῃ.
こうして、高潔さに関する彼の評判のまさに最初の端緒が彼にもたらされ、それは大きな前進となった。 女性という性はいったん何かに熱中すると、おしゃべりで熱狂的になるものだからである。