§31.27.1μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος μὲν τοῦ μεγάλου θυγατράσιν, ἀδελφαῖς δὲ τοῦ κατὰ θέσιν πατρός, λαβόντος, αὐτὸν ἔδει τὴν ἡμίσειαν ἀποδοῦναι τῆς φερνῆς.
在此之后,当他继承了遗产时,他必须向大西庇阿的女儿们、即他养父的姐妹们,偿还其嫁妆的一半。
§31.27.2ὁ γὰρ πατὴρ συνέθετο μὲν ἑκατέρᾳ τῶν θυγατέρων πεντήκοντα τάλαντα δώσειν, §31.27.3τούτων δὲ τὸ μὲν ἥμισυ παραχρῆμα τοῖς ἀνδράσιν ἔδωκεν ἡ μήτηρ, τὸ δʼ ἥμισυ κατέλειπεν ἀποθνήσκουσα προσοφειλόμενον, §31.27.4ὅθεν ἔδει τὸν Σκιπίωνα διαλύειν τοῦτο τὸ χρέος ταῖς τοῦ πατρὸς ἀδελφαῖς.
因为她们的父亲曾同意给每个女儿五十个塔兰同,而这些钱的一半已由她们的母亲当即付给了她们的丈夫,但另一半在她去世时仍作为欠款留下,因此,西庇阿必须向他父亲的姐妹们清偿这笔债务。
§31.27.5κατὰ δὲ τοὺς Ῥωμαίων νόμους δέον ἐν τρισὶν ἔτεσιν ἀποδοῦναι τὰ προσοφειλόμενα χρήματα τῆς φερνῆς ταῖς γυναιξί, προδοθέντων πρώτων τῶν ἐπίπλων εἰς δέκα μῆνας κατὰ τὸ παρʼ ἐκείνοις ἔθος, §31.27.6εὐθέως ὁ Σκιπίων συνέταξε τῷ τραπεζίτῃ τῶν εἴκοσι καὶ πέντε ταλάντων ἑκατέρᾳ ποιήσασθαι τὴν ἀνταπόδοσιν ἐν τοῖς δέκα μησί.
然而,根据罗马的法律,虽然应当在三年内向这些妇女偿还嫁妆的未付余款,且按照他们的习俗,须在最初十个月内先交付动产,西庇阿却立即指示银行家,在十个月内向她们每人支付二十五个塔兰同。
§31.27.7τοῦ δὲ Τεβερίου καὶ τοῦ Νασικᾶ Σκιπίωνος, οὗτοι γὰρ ἦσαν ἄνδρες τῶν προειρημένων γυναικῶν, ἅμα τῷ διελθεῖν τοὺς δέκα μῆνας προσπορευομένων πρὸς τὸν τραπεζίτην καὶ πυνθανομένων, εἴ τι συνετέτακτο Σκιπίων αὐτῷ περὶ τῶν χρημάτων, κἀκείνου κελεύοντος αὐτοὺς κομίζεσθαι καὶ ποιοῦντος τὴν διαγραφὴν ἑκατέρῳ τῶν εἴκοσι καὶ πέντε ταλάντων, ἀγνοεῖν αὐτὸν ἔφασαν· §31.27.8δεῖν γὰρ αὑτοὺς οὐ πᾶν κατὰ τὸ παρόν, ἀλλὰ τὸ τρίτον μέρος κομίζεσθαι κατὰ τοὺς νόμους.
至于提比略和纳西卡·西庇阿——因为他们正是上述妇女的丈夫——在十个月一过去,便前往银行家处,询问西庇阿是否就这笔钱对他有过任何吩咐。 在银行家让他们支取,并为他们每人开具了二十五个塔兰同的支付单据时,他们却说西庇阿一定是搞错了;因为他们说,根据法律,他们目前不应收取全额,而只能收取三分之一。
§31.27.9τοῦ δὲ φάσκοντος οὕτως αὐτῷ συντεταχέναι τὸν Σκιπίωνα, διαπιστήσαντες προῆγον ἐπὶ τὸν νεανίσκον, διειληφότες ἐκεῖνον ἀγνοεῖν. καὶ τοῦτʼ ἔπασχον οὐκ ἀλόγως·
但当银行家坚称西庇阿确实是这样吩咐他的时候,他们将信将疑,便前往那年轻人那里,以为他是不知法律。
§31.27.10οὐ γὰρ οἷον πεντήκοντα τάλαντα δοίη τις ἂν ἐν Ῥώμῃ πρὸ τριῶν ἐτῶν, ἀλλʼ οὐδὲ τάλαντον ἓν πρὸ τῆς τεταγμένης ἡμέρας· §31.27.11τοιαύτη τίς ἐστι καὶ τηλικαύτη παρὰ πάντας ἅμα μὲν ἀκρίβεια. περὶ τὸ διάφορον, ἅμα δὲ λυσιτέλεια περὶ τὸν χρόνον.
他们有这种反应也非无理;因为在罗马,别说有人会在三年之前支付五十个塔兰同,就是在规定日期之前连一个塔兰同也没有人会支付;在所有人中,对金钱的精确计较,以及对时间的利益追求,就是如此之大。
§31.27.12οὐ μὴν ἀλλὰ προσπορευθέντων αὐτῶν καὶ πυνθανομένων πῶς τῷ τραπεζίτῃ συντέταχε, τοῦ δʼ εἰπόντος ἀποδοῦναι πᾶν τὸ χρῆμα ταῖς ἀδελφαῖς, ἀγνοεῖν αὐτὸν ἔφασαν, ἅμα τὸ κηδεμονικὸν ἐμφανίζοντες· §31.27.13ἐξεῖναι γὰρ αὐτὸν κατὰ τοὺς νόμους χρῆσθαι τοῖς διαφόροις ἱκανὸν ἔτι χρόνον.
不过,当他们来到他面前,询问他是如何吩咐银行家时,而在他回答说已吩咐将全部款项付给他的姐妹们后,他们便说他是不了解法律,同时表现出亲属间的关切;因为他们说,根据法律,他还有相当长的一段时间可以使用这笔资金。
§31.27.14ὁ δὲ Σκιπίων ἔφησεν ἀγνοεῖν τούτων οὐδέν, ἀλλὰ πρὸς μὲν τοὺς ἀλλοτρίους τὴν ἐκ τῶν νόμων ἀκρίβειαν τηρεῖν, τοῖς δὲ συγγενέσι καὶ φίλοις ἁπλῶς χρῆσθαι καὶ γενναίως κατὰ δύναμιν.
但西庇阿说,他并非对此一无所知,只是对陌生人他会严守法律的精确性,而对亲属和朋友,他则习惯于尽其所能,以诚相待、慷慨大方。
§31.27.15διὸ παραλαμβάνειν αὐτοὺς ἐκέλευε πᾶν τὸ χρῆμα παρὰ τοῦ τραπεζίτου.
因此,他催促他们从银行家那里支取全部款项。
§31.27.16οἱ δὲ περὶ τὸν Τεβέριον ταῦτʼ ἀκούσαντες ἐπανῆγον σιωπῶντες, καταπεπληγμένοι μὲν τὴν τοῦ Σκιπίωνος μεγαλοψυχίαν, κατεγνωκότες δὲ τῆς αὑτῶν μικρολογίας, καίπερ ὄντες οὐδενὸς δεύτεροι Ῥωμαίων.
提比略等人听了这话,默默地回去了,他们一方面对西庇阿的宽宏大量深感震撼,另一方面也为自己的小气而自惭形秽,尽管他们在罗马人中地位不亚于任何人。