§31.12.1πλὴν ὅ γε Δημήτριος μάτην ἐξᾴσας τὸ κύκνειον καὶ γνοὺς ὅτι καλῶς αὐτῷ συνεβούλευεν ὁ Πολύβιος μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, §31.12.2μεταμεληθεὶς ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ καὶ φύσει μεγαλόφρων ὑπάρχων καὶ τόλμαν ἱκανὴν ἔχων πρὸς τὸ κριθέν, εὐθέως ἐκάλει Διόδωρον προσφάτως ἐκ τῆς Συρίας παραγεγονότα καὶ μετεδίδου περὶ τῶν καθʼ αὑτόν.
しかしながら、デメトリオスは無駄にスワンソングを歌い終え、ポリュビオスが彼に、同じ石に二度つまずくことのないようにと適切に助言してくれていたことを悟り、起きたことを後悔するとともに、本来気高い気性の持ち主であり、決意したことに対して十分な勇気をも備えていたので、すぐに最近シリアから到着したばかりのディオドロスを呼び寄せ、自分の状況を打ち明けた。
§31.12.3ὁ δὲ Διόδωρος τροφεὺς μὲν ἐγεγόνει τοῦ Δημητρίου, πανοῦργος δʼ ὢν καὶ κατωπτευκὼς ἐπιμελῶς τὰ κατὰ τὴν Συρίαν ὑπεδείκνυεν αὐτῷ,
このディオドロスはデメトリオスの養育係であったが、ずる賢く、シリアの状況を注意深く偵察していたため、彼に以下のように指摘した。
§31.12.4διότι τῶν μὲν ἐκεῖ τεταραγμένων διὰ τὸν Γναΐου φόνον, καὶ διαπιστούντων τῶν μὲν πολλῶν τοῖς περὶ τὸν Λυσίαν, τῶν δὲ περὶ τὸν Λυσίαν τοῖς πολλοῖς, τῆς δὲ συγκλήτου πεπεισμένης ἐκ τῶν τοῦ βασιλέως φίλων γεγονέναι τὴν εἰς τοὺς σφετέρους πρεσβευτὰς παρανομίαν, κάλλιστον εἶναι καιρὸν ἐπιφανῆναι τοῖς πράγμασιν·
すなわち、あちらではグナエウスの殺害により人々が混乱しており、民衆の多くはリシアスの一派を信用せず、リシアスの一派も民衆を信用していないこと、また元老院も、自国の使節たちに対する不法行為が王の友人たちによって引き起こされたと確信していることから、事態に現れるには最高の機会である、と。
§31.12.5ταχέως γὰρ τοὺς μὲν ἐκεῖ μεταρρίψειν τὴν βασιλείαν εἰς αὐτόν, κἂν ὅλως μετὰ παιδὸς ἑνὸς ποιήσηται τὴν παρουσίαν, τὴν δὲ σύγκλητον οὐ τολμήσειν ἔτι βοηθεῖν οὐδὲ συνεπισχύειν τοῖς περὶ τὸν Λυσίαν τοιαῦτα διεργασαμένοις.
なぜなら、向こうの人々は、彼がたとえ従者をたった一人だけ連れて現れたとしても、すぐに王位を彼に引き渡すであろうし、一方で元老院は、そのような悪事を働いたリシアスの一派をこれ以上あえて支援することも、共同で援助することもしないだろうからである。
§31.12.6λοιπὸν εἶναι τὸ λαθεῖν ἐκ τῆς Ῥώμης ἀπελθόντας, καὶ μηδένα λαβεῖν ἔννοιαν τῆς ἐπιβολῆς αὐτοῦ.
残されたことは、ローマから密かに脱出し、誰にも彼の計画を悟られないようにすることだけであった。
§31.12.7δοξάντων δὲ τούτων μετεπέμπετο τὸν Πολύβιον καὶ δηλώσας τὰ δεδογμένα παρεκάλει συνεπιλαβέσθαι τῆς ἐπιβολῆς καὶ συνδιανοηθῆναι πῶς ἂν χειρισθείη τὰ κατὰ τὸν δρασμόν.
これらのことが決定されると、彼はポリュビオスを呼び寄せ、決意したことを明かして、計画を助け、逃亡に関する事柄がどのように実行されるべきか共に考えてくれるよう求めた。
§31.12.8συνέβαινε δὲ κατὰ τὸν καιρὸν τοῦτον Μένυλλον μὲν τὸν Ἀλαβανδέα παρεῖναι πρεσβεύοντα παρὰ τοῦ πρεσβυτέρου βασιλέως Πτολεμαίου χάριν τοῦ συγκαταστῆναι καὶ δικαιολογηθῆναι πρὸς τὸν νεώτερον Πτολεμαῖον·
ところがこの時期、偶然にも、アラバンダのメニュロスが、兄のプトレマイオス王からの使節として、弟のプトレマイオスとの和解と権利擁護のために滞在していた。
ἐτύγχανε δὲ προϋπάρχουσα τῷ Πολυβίῳ πρὸς τὸν Μένυλλον ἰσχυρὰ συνήθεια καὶ πίστις.
そして、ポリュビオスとメニュロスの間には以前から強い親交と信頼関係が存在していた。
§31.12.9διὸ καὶ νομίσας αὐτὸν ἐπιτήδειον εἶναι πρὸς τὴν ἐνεστῶσαν χρείαν συνέστησε τῷ Δημητρίῳ μετὰ μεγάλης σπουδῆς καὶ φιλοτιμίας.
それゆえポリュビオスは、彼が現在の必要に適していると考え、非常な熱意と熱心さをもってデメトリオスに紹介した。
§31.12.10ὁ δὲ κοινωνήσας τῆς ἐπιβολῆς ἀνεδέξατο τήν τε ναῦν ἑτοιμάσαι καὶ τἄλλα πρὸς τὸν πλοῦν ἀπαρτιεῖν.
メニュロスは計画に加わり、船の手配と、航海に向けたその他の準備を完了させることを引き受けた。
§31.12.11οὗτος μὲν οὖν εὑρὼν ἐν τῷ στόματι τοῦ Τιβέριος ὁρμοῦσαν Καρχηδονίαν ναῦν ἱεραγωγόν, ταύτην ἐναυλώσατο·
そこで彼は、テヴェレ川の河口に停泊していたカルタゴの神聖な使節船を見つけ、これをチャーターした。
§31.12.12συμβαίνει δὲ τὰ πλοῖα ταῦτα λαμβάνεσθαι κατʼ ἐκλογὴν ἐκ τῆς Καρχηδόνος, ἐφʼ οἷς εἰς τὴν Τύρον ἐκπέμπουσιν οἱ Καρχηδόνιοι τὰς πατρίους ἀπαρχὰς τοῖς θεοῖς·
ところで、これらの船はカルタゴから厳選されるものであり、カルタゴ人がティルスに向けて、祖先の神々への初物を送るためのものであった。
ἐναυλοῦτο δὲ φανερῶς εἰς τὴν ἰδίαν ἀνακομιδήν.
そして、それは彼ら自身の帰還用として公にチャーターされたのである。
§31.12.13διὸ καὶ τήν τε τῶν ἐπιμηνίων παρασκευὴν ἀνυπόπτως ἐποιεῖτο καὶ φανερῶς ἐλάλει καὶ συνέταττε τοῖς ναυτικοῖς.
それゆえ、彼は一ヶ月分の食糧の調達も疑われることなく行い、また公然と船員たちと話し合い、指示を出した。