§31.13.1ἐπειδὴ δὲ πάντʼ ἦν ἕτοιμα τῷ ναυκλήρῳ λοιπόν τʼ ἔδει τὸν Δημήτριον ἀπαρτίζειν τὰ καθʼ αὑτόν, τὸν τροφέα προαπέστειλεν εἰς τὴν Συρίαν ὠτακουστήσοντα καὶ κατοπτεύσοντα τἀκεῖ συμβαίνοντα περὶ τοὺς ὄχλους.
そして、船長にとってすべての準備が整い、あとはデメトリオスが自らの身の回りの準備を完了するだけであったとき、彼は養育係をあらかじめシリアへと派遣し、民衆の間でそこで何が起こっているかを偵察させ、視察させようとした。
§31.13.2ὁ δὲ σύντροφος Ἀπολλώνιος ἐξ ἀρχῆς αὐτῷ μετεῖχε τῆς ἐπιβολῆς·
一方、幼なじみのアポロニオスは、最初から彼と計画を共有していた。
δυεῖν δʼ ὑπαρχόντων ἀδελφῶν, Μελεάγρου καὶ Μενεσθέως, τούτοις ἐκοινώσατο τὴν πρᾶξιν, ἄλλῳ δʼ οὐδενὶ τῶν μετʼ αὐτοῦ, καίτοι πλειόνων ὄντων.
彼にはメレアグロスとメネスてウスという二人の兄弟がいたが、アポロニオスは彼らに計画を打ち明けた。 しかし、自分と行動を共にする他の誰にも打ち明けなかった。 彼らがもっと多数いたにもかかわらず。
§31.13.3οὗτοι δʼ ἦσαν Ἀπολλωνίου κατὰ φύσιν υἱοί, τοῦ μεγάλην μὲν εὐκαιρίαν ἔχοντος παρὰ Σελεύκῳ, μεταστάντος δὲ κατὰ τὴν Ἀντιόχου μετάληψιν τῆς ἀρχῆς εἰς Μίλητον.
彼らは、かつてセレウコスのもとで大きな権勢を誇り、アンティオコスが支配権を引き継いだ際にミレトスへと移住した、あのアポロニオスの実子たちであった。
§31.13.4τῆς δὲ συνταχθείσης ἡμέρας πρὸς τοὺς ναυτικοὺς συνεγγιζούσης, ἔδει γενέ
σθαι παρά τινι τῶν φίλων ὑποδοχὴν πρὸς τὴν ἔξοδον.
船員たちと約束した日が近づくにつれて、出立に備えて友人の一人の家で送別会が催される必要が生じた。
§31.13.5παρὰ γὰρ αὐτῷ ποιεῖν τὸ δεῖπνον οὐχ οἷόν τʼ ἦν·
というのも、彼自身のところで晩餐会を催すことは不可能であったからである。
εἴθιστο γὰρ ἐπιμελῶς καλεῖν ἅπαντας τοὺς περὶ αὐτὸν ὄντας.
彼は、自分の周りにいるすべての人々を、漏れなく招待するのを常としていたからである。
§31.13.6οἱ δὲ συνειδότες τὴν πρᾶξιν ἔμελλον ἐξ οἴκου δειπνήσαντες ἐπὶ τὸ πλοῖον ἥξειν, ἔχοντες ἕνα παῖδα μεθʼ ἑαυτῶν ἕκαστος·
計画を知る者たちは、それぞれの家で夕食を済ませたのち、各々一人の従者だけを連れて船へとやってくる手はずであった。
τοὺς γὰρ λοιποὺς ἀπεστάλκεισαν εἰς Ἀναγνείας, κατὰ τὴν ἐπιοῦσαν αὐτοὶ παρεψόμενοι.
なぜなら、他の従者たちは、翌日に自分たち自身がそこへ合流する予定であったため、すでにアナグニアへと送り出していたからである。
§31.13.7τὸν δὲ Πολύβιον συνέβαινεν κατὰ τὸν καιρὸν τοῦτον ἠσθενηκότα μένειν κατὰ κλίνην, εἰδέναι δὲ πάντα τὰ πραττόμενα, τοῦ Μενύλλου συνεχῶς αὐτῷ μεταδιδόντος αἰεὶ περὶ τῶν ὑποπιπτόντων.
ところが、ポリュビオスはこの時期たまたま病気でベッドに伏していたが、メニュロスが時々刻々、起こるすべてのことを絶えず彼に知らせていたため、行われているすべてのことを知っていた。
§31.13.8διόπερ ἀγωνιάσας ὁ προειρημένος μὴ τῆς συνηθείας ἑλκυσθείσης, ἅτε τοῦ Δημητρίου συμποτικοῦ φυσικῶς καὶ νεωτέρου τελέως ὑπάρχοντος, ἀπόρημά τι γένηται περὶ τὴν ἔξοδον διὰ τὴν μέθην,
それゆえ、前述のポリュビオスは、いつもの宴会が長引くことによって、デメトリオスが生まれつき宴会好きで非常に若かったこともあり、泥酔のために脱出に関して何か問題が生じるのではないかと心配した。
§31.13.9γράψας βραχὺ πιττάκιον καὶ σφραγισάμενος πέμπει παρʼ αὑτοῦ παῖδα συσκοτάζοντος ἄρτι τοῦ θεοῦ, συντάξας ἐκκαλεσάμενον τὸν οἰνοχόον τοῦ Δημητρίου δοῦναι τὸ πιττάκιον, μηδὲν εἰπόντα τίς ἢ παρὰ τίνος, καὶ κελεύειν ἀποδιδόναι τῷ Δημητρίῳ παραχρῆμα διαναγνῶναι.
そこで彼は、短いメモを書いて封をし、ちょうど日が暮れかかるころに、自分のところから奴隷を一人送り出し、デメトリオスの酌取りを呼び出してそのメモを渡し、誰が送ったか、あるいは誰からのものかは一切言わずに、直ちにデメトリオスに渡して読ませるように指示した。
§31.13.10γενομένων δὲ πάντων κατὰ τὸ συνταχθέν, λαβὼν ὁ Δημήτριος ἐπανέγνω.
すべては指示通りに行われ、デメトリオスはそれを受け取って読んだ。
§31.13.11τὸ δὲ πιττάκιον περιεῖχε τὰς γνώμας ταύτας.
そのメモには、以下のような金言が含まれていた。
ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.
「行動する者は、未来のものを奪い去ってゆく。
§31.13.12ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.
」「夜はすべての人に等しくもたらすが、あえて挑む者にはより多くをもたらす。
τόλμα τι,
何かをあえてせよ、」「危険を冒せ、行動せよ、失敗せよ、成功せよ。
§31.13.13κινδύνευε, πρᾶττʼ, ἀποτύγχανε,
ἐπίτυχε, πάντα μᾶλλον ἢ σαυτὸν προοῦ.
何であれ、自分自身を裏切ることだけはするな。
§31.13.14νᾶφε καὶ μέμνασʼ ἀπιστεῖν·
」「しらふであれ、そして疑うことを忘れるな。
ἄρθρα ταῦτα τᾶν φρενῶν.
これらこそが理性の骨組みなのだから。 」