§31.11.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον προσπεσούσης τῆς περὶ τὸν Γνάιον περιπετείας, §31.11.2ὡς ἀνῃρέθη, καὶ τῶν παρὰ τοῦ βασιλέως Ἀντιόχου πρεσβευόντων, ὧν ὁ Λυσίας ἔπεμψε, παραγεγονότων καὶ πολλοὺς διαθεμένων λόγους ὑπὲρ τοῦ μὴ κεκοινωνηκέναι τῆς πράξεως τοὺς τοῦ βασιλέως φίλους,
この時期、グナエウスに関する災難の知らせが届き、彼が殺害されたこと、そしてリシアスが派遣したアンティオコス王からの使節たちが到着し、王の友人たちはその行為に加担していないと擁護するために多くの言葉を尽くした。
§31.11.3ἡ μὲν σύγκλητος παρέπεμπε τοὺς πρεσβευτάς, οὐ βουλομένη διδόναι περὶ τούτων ἀπόφασιν οὐδεμίαν οὐδʼ ἐκτίθεσθαι καθόλου τὴν αὑτῆς γνώμην,
元老院は、これらについていかなる決定も下すことを望まず、また自分たちの意見を全く公にすることを望まなかったので、その使節たちを送り帰した。
§31.11.4ὁ δὲ Δημήτριος πτοηθεὶς ἐπὶ τοῖς ἠγγελμένοις ἐξ αὐτῆς προσεκάλει τὸν Πολύβιον καὶ προσανέφερεν διαπορῶν εἰ δεῖ πάλιν ἐντυχεῖν τῇ συγκλήτῳ περὶ τῶν καθʼ αὑτόν.
一方、デメトリオスは直ちにこの知らせに動揺し、ポリュビオスを呼び寄せて、自分自身の事について再び元老院に請願すべきかどうか困惑しながら相談した。
§31.11.5ὁ δὲ παρεκάλει μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, ἀλλʼ ἐν ἑαυτῷ τὰς ἐλπίδας ἔχειν καὶ τολμᾶν τι βασιλείας ἄξιον·
するとポリュビオスは、同じ石に二度つまずくことのないように、むしろ自分自身に希望を置き、王位にふさわしい何かを敢行するよう勧めた。
πολλὰς γὰρ ὑποδεικνύειν ἀφορμὰς τοὺς ἐνεστῶτας καιρούς.
なぜなら、現在の状況が多くの機会を指し示しているからである、と言って。
§31.11.6ὁ δὲ Δημήτριος συννοήσας τὸ λεγόμενον τότε μὲν ἀπεσιώπησεν, μετʼ ὀλίγον δέ τινι τῶν συνήθων Ἀπολλωνίῳ μετέδωκε περὶ τῶν αὐτῶν.
デメトリオスはその言われたことの意味を理解したが、その時は沈黙し、しばらくして親友の一人であるアポロニオスに同じ件について打ち明けた。
§31.11.7ὁ δὲ προειρημένος, ἄκακος ὢν καὶ κομιδῇ νέος, συνεβούλευε πεῖραν ἔτι λαβεῖν τῆς συγκλήτου·
前述の彼は、純真できわめて若かったため、もう一度元老院を試してみるよう助言した。
πεπεῖσθαι γάρ, ἐπεὶ τῆς βασιλείας ἀλόγως αὐτὸν ἐστέρησεν, τῆς γʼ ὁμηρείας αὐτὸν ἀπολύσειν·
というのは、元老院が彼から不当に王位を奪った以上、せめて人質からは彼を解放してくれるだろうと確信していたからである。
§31.11.8ἄτοπον γὰρ εἶναι τελέως, Ἀντιόχου τοῦ παιδὸς διαδεδεγμένου τὴν ἐν Συρίᾳ βασιλείαν, Δημήτριον ὁμηρεύειν ὑπὲρ αὐτοῦ.
なぜなら、幼子アンティオコスがシリアの王位を継承したのに、デメトリオスが彼のために人質であり続けるというのは、まったく不条理なことだからである。
§31.11.9τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς πάλιν εἰσῆλθεν εἰς τὴν σύγκλητον ὁ προειρημένος καὶ παρεκάλει τῆς γε κατὰ τὴν ὁμηρείαν ἀνάγκης αὑτὸν ἀπολύειν, ἐπεὶ τὴν βασιλείαν ἔκριναν Ἀντιόχῳ συγκατασκευάζειν.
そこで、これらの言葉に説得されて、前述の彼は再び元老院に入り、彼らがアンティオコスのために王位を確保することを決めたからには、せめて人質としての拘束から自分を解放してほしいと懇願した。
§31.11.10καὶ πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν αὐτοῦ διαλεχθέντος, ἔμεινεν ἡ σύγκλητος ἐπὶ τῆς αὐτῆς αἱρέσεως ὅπερ εἰκὸς ἦν.
彼がこの前提に基づいてさらに多くのことを論じたものの、元老院は、当然予想された通り、同じ方針にとどまった。
§31.11.11καὶ γὰρ πρότερον οὐ διὰ τὸ μὴ λέγειν τὰ δίκαια τὸν Δημήτριον ἔκρινεν τὴν ἀρχὴν τῷ παιδὶ συνδιαφυλάττειν, ἀλλὰ διὰ τὸ συμφέρειν τοῖς σφετέροις πράγμασιν,
というのも、以前にも元老院が幼子のために王権を共同で維持することを決定したのは、デメトリオスが正当なことを主張していなかったからではなく、それが自分たちの利益に適っていたからだからである。
§31.11.12μενόντων δὲ τῶν ὅλων ἐπὶ τῆς αὐτῆς διαθέσεως μένειν εἰκὸς ἦν καὶ τὴν τῆς συγκλήτου διάληψιν ἐπὶ τῆς αὐτῆς προαιρέσεως.
そして、状況全体が同じ状態にとどまっている以上、元老院の判断も同じ方針にとどまるのは当然のことであった。