Humanitext Reader

波利比奥斯 · 历史 §31.12.1-31.12.13

德米特里决意逃离罗马及其准备

第 1186 段,共 1311 段 · 希腊语

内容简介

德米特里在向元老院请愿失败后,决定听从波利比乌斯的建议逃往叙利亚。在养育人狄奥多罗斯的指点以及波利比乌斯和其友梅尼卢斯的支持下,他着手准备逃亡,并秘密租用了一艘迦太基神圣船。

§31.12.1πλὴν ὅ γε Δημήτριος μάτην ἐξᾴσας τὸ κύκνειον καὶ γνοὺς ὅτι καλῶς αὐτῷ συνεβούλευεν ὁ Πολύβιος μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, §31.12.2μεταμεληθεὶς ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ καὶ φύσει μεγαλόφρων ὑπάρχων καὶ τόλμαν ἱκανὴν ἔχων πρὸς τὸ κριθέν, εὐθέως ἐκάλει Διόδωρον προσφάτως ἐκ τῆς Συρίας παραγεγονότα καὶ μετεδίδου περὶ τῶν καθʼ αὑτόν.
然而,德米特里在白白唱完天鹅之歌后,意识到波利比乌斯曾给过他很好的建议,即不要在同一块石头上绊倒两次,对发生的事感到后悔,同时由于他天性高尚且对所作的决定拥有足够的勇气,便立即召见刚从叙利亚抵达的狄奥多罗斯,并将自己的处境告诉了他。
§31.12.3ὁ δὲ Διόδωρος τροφεὺς μὲν ἐγεγόνει τοῦ Δημητρίου, πανοῦργος δʼ ὢν καὶ κατωπτευκὼς ἐπιμελῶς τὰ κατὰ τὴν Συρίαν ὑπεδείκνυεν αὐτῷ, §31.12.4διότι τῶν μὲν ἐκεῖ τεταραγμένων διὰ τὸν Γναΐου φόνον, καὶ διαπιστούντων τῶν μὲν πολλῶν τοῖς περὶ τὸν Λυσίαν, τῶν δὲ περὶ τὸν Λυσίαν τοῖς πολλοῖς, τῆς δὲ συγκλήτου πεπεισμένης ἐκ τῶν τοῦ βασιλέως φίλων γεγονέναι τὴν εἰς τοὺς σφετέρους πρεσβευτὰς παρανομίαν, κάλλιστον εἶναι καιρὸν ἐπιφανῆναι τοῖς πράγμασιν· §31.12.5ταχέως γὰρ τοὺς μὲν ἐκεῖ μεταρρίψειν τὴν βασιλείαν εἰς αὐτόν, κἂν ὅλως μετὰ παιδὸς ἑνὸς ποιήσηται τὴν παρουσίαν, τὴν δὲ σύγκλητον οὐ τολμήσειν ἔτι βοηθεῖν οὐδὲ συνεπισχύειν τοῖς περὶ τὸν Λυσίαν τοιαῦτα διεργασαμένοις.
这位狄奥多罗斯曾是德米特里的养育人,他为人狡黠,并已仔细察看了叙利亚的局势,向他指出:即,由于当地的人们因格奈乌斯被杀而陷入混乱,大多数人不信任利西亚斯一派,而利西亚斯一派也不信任大多数人,且元老院也确信对其使节的暴行是由国王的朋友们所为,因此这是他出面主掌大局的最好时机;因为当地的人们很快就会把王位转让给他,哪怕他只带一个随从出现,而元老院将不再敢去援助或共同支持犯下此类罪行的利西亚斯一派。
§31.12.6λοιπὸν εἶναι τὸ λαθεῖν ἐκ τῆς Ῥώμης ἀπελθόντας, καὶ μηδένα λαβεῖν ἔννοιαν τῆς ἐπιβολῆς αὐτοῦ.
剩下要做的,只是秘密离开罗马,并且不让任何人察觉到他的企图。
§31.12.7δοξάντων δὲ τούτων μετεπέμπετο τὸν Πολύβιον καὶ δηλώσας τὰ δεδογμένα παρεκάλει συνεπιλαβέσθαι τῆς ἐπιβολῆς καὶ συνδιανοηθῆναι πῶς ἂν χειρισθείη τὰ κατὰ τὸν δρασμόν.
这些决定既然通过,他便召来波利比乌斯,向其透露了已决定的事,并请求他协助这次行动,共同商讨如何安排逃亡的相关细节。
§31.12.8συνέβαινε δὲ κατὰ τὸν καιρὸν τοῦτον Μένυλλον μὲν τὸν Ἀλαβανδέα παρεῖναι πρεσβεύοντα παρὰ τοῦ πρεσβυτέρου βασιλέως Πτολεμαίου χάριν τοῦ συγκαταστῆναι καὶ δικαιολογηθῆναι πρὸς τὸν νεώτερον Πτολεμαῖον· ἐτύγχανε δὲ προϋπάρχουσα τῷ Πολυβίῳ πρὸς τὸν Μένυλλον ἰσχυρὰ συνήθεια καὶ πίστις.
恰巧在此期间,阿拉班达的梅尼卢斯作为年长的前托勒密国王的使节在场,为了与年轻的托勒密达成和解并进行申诉;而波利比乌斯与梅尼卢斯之间恰好早已存在深厚的交情和信任。
§31.12.9διὸ καὶ νομίσας αὐτὸν ἐπιτήδειον εἶναι πρὸς τὴν ἐνεστῶσαν χρείαν συνέστησε τῷ Δημητρίῳ μετὰ μεγάλης σπουδῆς καὶ φιλοτιμίας.
因此,波利比乌斯认为他适合当前的需要,便以极大的热情和诚意将他引荐给德米特里。
§31.12.10ὁ δὲ κοινωνήσας τῆς ἐπιβολῆς ἀνεδέξατο τήν τε ναῦν ἑτοιμάσαι καὶ τἄλλα πρὸς τὸν πλοῦν ἀπαρτιεῖν.
梅尼卢斯参与了这一计划,并承诺准备好船只,并打点好航行的其他一切准备。
§31.12.11οὗτος μὲν οὖν εὑρὼν ἐν τῷ στόματι τοῦ Τιβέριος ὁρμοῦσαν Καρχηδονίαν ναῦν ἱεραγωγόν, ταύτην ἐναυλώσατο·
于是,他在台伯河口发现了一艘正锚泊着的迦太基神圣使节船,便将其租了下来。
§31.12.12συμβαίνει δὲ τὰ πλοῖα ταῦτα λαμβάνεσθαι κατʼ ἐκλογὴν ἐκ τῆς Καρχηδόνος, ἐφʼ οἷς εἰς τὴν Τύρον ἐκπέμπουσιν οἱ Καρχηδόνιοι τὰς πατρίους ἀπαρχὰς τοῖς θεοῖς· ἐναυλοῦτο δὲ φανερῶς εἰς τὴν ἰδίαν ἀνακομιδήν.
恰巧这些船只是从迦太基精选出来的,迦太基人用它们向提尔运送献给祖先神明的初熟之物;而它被公开租用是为了他们自己的返程。
§31.12.13διὸ καὶ τήν τε τῶν ἐπιμηνίων παρασκευὴν ἀνυπόπτως ἐποιεῖτο καὶ φανερῶς ἐλάλει καὶ συνέταττε τοῖς ναυτικοῖς.
因此,他准备一个月所需的给养时未引起怀疑,并且公开地与船员交谈并下达指示。

词汇与语法注释

  1. 31.12.1ἐξᾴσας τὸ κύκνειον — “唱完天鹅之歌”这一比喻,源于白鸟临死前发出最美妙歌声的传说。在此处,它指德米特里向元老院作出的最后一次、但终归徒劳的恳求。
  2. 31.12.4διότι — 此处的连接词 διότι 并非表示原因的“因为”,而是作为引导主句动词 ὑπεδείκνυεν(指出)之宾语从句的连接词(相当于 ὅτι),并引导后文的不定式结构 κάλλιστον εἶναι。
  3. 31.12.5μετὰ παιδὸς ἑνὸς — 名词 παῖς 在此处意为“随从”或“仆人”,而非“孩子”。它表明了一个夸张的假设,即德米特里即使在没有军队护送、仅带一名随从的情况下现身,也仍能赢得当地人的支持。

引用这一段

波利比奥斯, 历史 §31.12.1-31.12.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.12.1-31.12.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。