Humanitext Reader

波利比奥斯 · 历史 §31.11.1-31.11.12

德米特里再次向元老院请愿王位

第 1185 段,共 1311 段 · 希腊语

内容简介

在收到罗马特使格奈乌斯在叙利亚遇刺的消息后,身为人质的德米特里在波利比乌斯和阿波罗尼乌斯的建议下,再次向元老院请求释放并索要王位,但元老院出于自身利益仍维持原判。

§31.11.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον προσπεσούσης τῆς περὶ τὸν Γνάιον περιπετείας,
就在此时,关于格奈乌斯遭遇不测的消息传了过来,即他已被刺杀。
§31.11.2ὡς ἀνῃρέθη, καὶ τῶν παρὰ τοῦ βασιλέως Ἀντιόχου πρεσβευόντων, ὧν ὁ Λυσίας ἔπεμψε, παραγεγονότων καὶ πολλοὺς διαθεμένων λόγους ὑπὲρ τοῦ μὴ κεκοινωνηκέναι τῆς πράξεως τοὺς τοῦ βασιλέως φίλους,
而由利西亚斯派遣的安条克国王的使节们也已抵达,并发表了许多言论,为国王的朋友们开脱,声称他们并未参与此事。
§31.11.3ἡ μὲν σύγκλητος παρέπεμπε τοὺς πρεσβευτάς, οὐ βουλομένη διδόναι περὶ τούτων ἀπόφασιν οὐδεμίαν οὐδʼ ἐκτίθεσθαι καθόλου τὴν αὑτῆς γνώμην,
元老院打发了这些使节,因为他们既不想对此事做出任何决定,也不想根本上表露自己的意见。
§31.11.4ὁ δὲ Δημήτριος πτοηθεὶς ἐπὶ τοῖς ἠγγελμένοις ἐξ αὐτῆς προσεκάλει τὸν Πολύβιον καὶ προσανέφερεν διαπορῶν εἰ δεῖ πάλιν ἐντυχεῖν τῇ συγκλήτῳ περὶ τῶν καθʼ αὑτόν.
而德米特里因听到这一消息而感到震惊,立即召来波利比乌斯,并向他咨询,心中十分纠结是否应该再次就自己的事务向元老院请愿。
§31.11.5ὁ δὲ παρεκάλει μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, ἀλλʼ ἐν ἑαυτῷ τὰς ἐλπίδας ἔχειν καὶ τολμᾶν τι βασιλείας ἄξιον· πολλὰς γὰρ ὑποδεικνύειν ἀφορμὰς τοὺς ἐνεστῶτας καιρούς.
波利比乌斯则劝他不要在同一块石头上绊倒两次,而应将希望寄托在自己身上,并敢于做出配得上王位的事;因为他说,目前的局势展示了许多机会。
§31.11.6ὁ δὲ Δημήτριος συννοήσας τὸ λεγόμενον τότε μὲν ἀπεσιώπησεν, μετʼ ὀλίγον δέ τινι τῶν συνήθων Ἀπολλωνίῳ μετέδωκε περὶ τῶν αὐτῶν.
德米特里领会了这话的意思,当时保持了沉默,但不久后,他将同样的事告诉了他的密友之一阿波罗尼乌斯。
§31.11.7ὁ δὲ προειρημένος, ἄκακος ὢν καὶ κομιδῇ νέος, συνεβούλευε πεῖραν ἔτι λαβεῖν τῆς συγκλήτου· πεπεῖσθαι γάρ, ἐπεὶ τῆς βασιλείας ἀλόγως αὐτὸν ἐστέρησεν, τῆς γʼ ὁμηρείας αὐτὸν ἀπολύσειν·
前述的阿波罗尼乌斯天真无邪且十分年轻,便建议他再对元老院作一次尝试;因为他确信,既然元老院无理地剥夺了他的王位,至少会免除他的人质身份。
§31.11.8ἄτοπον γὰρ εἶναι τελέως, Ἀντιόχου τοῦ παιδὸς διαδεδεγμένου τὴν ἐν Συρίᾳ βασιλείαν, Δημήτριον ὁμηρεύειν ὑπὲρ αὐτοῦ.
因为在幼子安条克继承了叙利亚的王位的情况下,德米特里还要代他作为人质,这完全是荒谬的。
§31.11.9τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς πάλιν εἰσῆλθεν εἰς τὴν σύγκλητον ὁ προειρημένος καὶ παρεκάλει τῆς γε κατὰ τὴν ὁμηρείαν ἀνάγκης αὑτὸν ἀπολύειν, ἐπεὶ τὴν βασιλείαν ἔκριναν Ἀντιόχῳ συγκατασκευάζειν.
于是,前述的德米特里在这些话的劝说下,再次进入元老院,请求他们至少免除他作为人质的束缚,既然他们已经决定为安条克保全王位。
§31.11.10καὶ πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν αὐτοῦ διαλεχθέντος, ἔμεινεν ἡ σύγκλητος ἐπὶ τῆς αὐτῆς αἱρέσεως ὅπερ εἰκὸς ἦν.
尽管德米特里就这一假设发表了更多言论,但元老院仍保持了先前的态度,这正如预料的那样。
§31.11.11καὶ γὰρ πρότερον οὐ διὰ τὸ μὴ λέγειν τὰ δίκαια τὸν Δημήτριον ἔκρινεν τὴν ἀρχὴν τῷ παιδὶ συνδιαφυλάττειν, ἀλλὰ διὰ τὸ συμφέρειν τοῖς σφετέροις πράγμασιν,
因为元老院之前决定为那孩子共同维护政权,并非因为德米特里没有正当的理由,而是因为这符合他们自己的利益。
§31.11.12μενόντων δὲ τῶν ὅλων ἐπὶ τῆς αὐτῆς διαθέσεως μένειν εἰκὸς ἦν καὶ τὴν τῆς συγκλήτου διάληψιν ἐπὶ τῆς αὐτῆς προαιρέσεως.
既然大局保持在同样的状态,元老院的判定自然也保持在同样的方针上。

词汇与语法注释

  1. 31.11.1προσπεσούσης τῆς περὶ τὸν Γνάιον περιπετείας — 属格绝对独立结构。主格名词为 ἡ περιπέτεια,指罗马使节格奈乌斯·奥克塔维乌斯在叙利亚遇刺的变故。其后的 ὡς ἀνῃρέθη 是说明这一变故具体内容的名词从句。
  2. 31.11.5μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν — 希腊语中著名的谚语,意为“在同一块石头上绊倒两次”(即重复同样的错误)。此处为依赖于 παρεκάλει 的不定式短语。
  3. 31.11.7πεπεῖσθαι γάρ — 间接引语中的不定式。在此语境下,不定式的逻辑主语是提出建议的阿波罗尼乌斯本人(“因为他确信”)。在其后的原因从句 ἐπεὶ τῆς βασιλείας ἀλόγως αὐτὸν ἐστέρησεν 中,动词 ἐστέρησεν 省略的主语是“元老院(ἡ σύγκλητος)”,而宾语 αὐτόν 则指“德米特里”。
  4. 31.11.11οὐ διὰ τὸ μὴ λέγειν τὰ δίκαια τὸν Δημήτριον — 由介词 διά 引导的带冠词不定式(动名词)短语。带否定词 μή 的 τὸ λέγειн 的逻辑主语是宾格的 τὸν Δημήτριον,意为“并非因为德米特里没有说出正当的理由”。此处的宾格作动名词的逻辑主语。

引用这一段

波利比奥斯, 历史 §31.11.1-31.11.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.11.1-31.11.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。