§3.90.1καὶ χειρῶν πλῆθος.
および兵員の多さであった。
διόπερ κατὰ τοὺς ἑξῆς χρόνους ἀντιπαρῆγεν τοῖς πολεμίοις ἀεὶ καὶ τοὺς εὐκαίρους προκατελάμβανε τόπους κατὰ τὴν ἐμπειρίαν.
それゆえ、その後の期間において、彼は常に敵と並行して進軍し、自らの経験に基づいて有利な地点を先んじて占拠した。
§3.90.2ἔχων δὲ κατὰ νώτου τὰς χορηγίας ἀφθόνους οὐδέποτε τοὺς στρατιώτας ἠφίει προνομεύειν οὐδὲ χωρίζεσθαι καθάπαξ ἐκ τοῦ χάρακος, ἅθρους δʼ ἀεὶ καὶ συνεστραμμένους τηρῶν ἐφήδρευε τοῖς τόποις καὶ καιροῖς.
背後に豊かな補給物資を確保していた彼は、兵士たちが略奪に出ることも、陣営から完全に離れることも決して許さず、常に彼らを集結させ結束した状態に保ちながら、時と場所をうかがっていた。
§3.90.3καὶ πολλοὺς τῶν πολεμίων ἀποσπωμένους ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἐπὶ τὰς προνομὰς διὰ τὸ καταφρονεῖν ὑποχειρίους ἐλάμβανε καὶ κατέφθειρε τῷ τοιούτῳ τρόπῳ.
そして、敵を侮っていたために自陣から離れて略奪に向かった多くの敵兵を、このような方法で手中に収め、殲滅した。
§3.90.4ταῦτα δʼ ἐποίει, βουλόμενος ἅμα μὲν ἀφʼ ὡρισμένου πλήθους ἐλαττοῦν ἀεὶ τοὺς ὑπεναντίους, ἅμα δὲ τὰς τῶν ἰδίων δυνάμεων ψυχὰς προηττημένας τοῖς ὅλοις διὰ τῶν κατὰ μέρος προτερημάτων κατὰ βραχὺ σωματοποιεῖν καὶ προσαναλαμβάνειν.
彼がこれを行ったのは、有限な数からなる敵の兵力を常に減らしつつ、同時に、全般的な敗北によって挫けていた自軍の精神を、局地的な勝利によって徐々に再建し、回復させようと望んだからである。
§3.90.5εἰς ὁλοσχερῆ δὲ κρίσιν ἐξ ὁμολόγου συγκαταβαίνειν οὐδαμῶς οἷός τʼ ἦν.
しかし、合意の上で全面的な決戦に身を投じることは、彼には到底不可能なことであった。
§3.90.6οὐ μὴν Μάρκῳ γε τῷ συνάρχοντι τούτων οὐδὲν ἤρεσκεν.
もっとも、同僚の政務官であるマルクスには、これらのことが何一つ気に入らなかった。
σύμψηφον δὲ τοῖς ὄχλοις ποιῶν αὑτὸν τὸν μὲν Φάβιον κατελάλει πρὸς πάντας, ὡς ἀγεννῶς χρώμενον τοῖς πράγμασιν καὶ νωθρῶς, αὐτὸς δὲ πρόθυμος ἦν παραβάλλεσθαι καὶ διακινδυνεύειν.
彼は群衆に同調して、誰も彼もに対してファビウスを、事態に臆病かつ怠惰に対処していると非難する一方で、自分自身は身の危険を顧みず決戦に挑む意欲に満ちていた。
§3.90.7οἱ δὲ Καρχηδόνιοι καταφθείραντες τοὺς προειρημένους τόπους ὑπερέβαλον τὸν Ἀπεννῖνον καὶ κατάραντες εἰς τὴν Σαυνῖτιν χώραν, οὖσαν εὐδαίμονα καὶ πολλῶν χρόνων ἀπολέμητον, ἐν τοιαύτῃ περιουσίᾳ τῶν ἐπιτηδείων ἦσαν ὥστε μήτε χρωμένους μήτε καταφθείροντας ἀνύειν δύνασθαι τὰς λείας.
カルタゴ軍は前述の地域を荒廃させた後、アペニン山脈を越えてサムニウム地方へと降り立った。 そこは肥沃で長年にわたり戦火を免れており、必要な物資が非常に豊富であったため、略奪品を消費することも、処分することすら容易にはやり遂げられないほどであった。
κατέδραμον δὲ καὶ τὴν Οὐενοαντανήν,
彼らはさらに、ウェノアンタ地方をも襲撃した。
§3.90.8Ῥωμαίων ἀποικίαν ὑπάρχουσαν·
そこはローマの植民市であった。
εἷλον δὲ καὶ πόλιν Οὐενουσίαν, ἀτείχιστον οὖσαν καὶ πολλῆς καὶ παντοδαπῆς ἀποσκευῆς γέμουσαν.
彼らはまた、城壁がなく、多種多様な資財で満ちていたウェヌシアという都市をも占領した。
§3.90.9οἱ δὲ Ῥωμαῖοι κατόπιν μὲν εἵποντο συνεχῶς, μιᾶς καὶ δυεῖν ἡμερῶν ὁδὸν ἀπέχοντες, ἐγγίζειν γε μὴν καὶ συμπλέκεσθαι τοῖς πολεμίοις οὐχ οἷοί τʼ ἦσαν.
ローマ軍は絶えず一、二日分の行軍距離を保って後を追っていたが、敵に近づいて交戦することはできなかった。
§3.90.10διόπερ Ἀννίβας ὁρῶν τὸν Φάβιον φυγομαχοῦντα μὲν προδήλως τοῖς δʼ ὅλοις οὐκ ἐκχωροῦντα τῶν ὑπαίθρων, ὥρμησε τολμηρῶς εἰς τὰ περὶ Καπύην πεδία, καὶ τούτων εἰς τὸν προσαγορευόμενον Φάλερνον τόπον,
それゆえハンニバルは、ファビウスが明らかに交戦を避けつつも、決して野戦の場から立ち去らないを見て、大胆にもカプア周辺の平野に向けて、しかもそれらのうちファレルヌスと呼ばれる場所に向けて進撃した。
§3.90.11πεπεισμένος δυεῖν θάτερον, ἢ μάχεσθαι τοὺς πολεμίους ἀναγκάσειν ἢ πᾶσι δῆλον ποιήσειν ὅτι κρατεῖ τῶν ὅλων καὶ παραχωροῦσι Ῥωμαῖοι τῶν ὑπαίθρων αὐτοῖς.
彼は二つのうちいずれか一方、すなわち、敵に戦闘を強いるか、あるいは自分が大勢を支配しており、ローマ人が自分たちに野戦の場を譲っていることをすべての人に明らかにすることを確信していた。
§3.90.12οὗ γενομένου καταπλαγείσας ἤλπιζε τὰς πόλεις ὁρμήσειν πρὸς τὴν ἀπὸ Ῥωμαίων ἀπόστασιν.
もしそうなれば、都市たちが震え上がり、ローマからの離反へと向かうだろうと彼は期待したのである。
§3.90.13ἕως γὰρ τότε δυσὶ μάχαις ἤδη λελειμμένων αὐτῶν οὐδεμία πόλις ἀπέστη τῶν κατὰ τὴν Ἰταλίαν πρὸς Καρχηδονίους, ἀλλὰ διετήρουν τὴν πίστιν, καίπερ ἔνιαι πάσχουσαι κακῶς.
なぜなら、それまで二度の戦いにおいて彼らがすでに敗北を喫していたにもかかわらず、イタリアのいかなる都市もカルタゴ側に寝返ることはなく、いくつかの都市は惨状を被っていたにもかかわらず、忠誠を維持していたからである。
§3.90.14ἐξ ὧν καὶ παρασημήναιτʼ ἄν τις τὴν κατάπληξιν καὶ καταξίωσιν παρὰ τοῖς συμμάχοις τοῦ Ῥωμαίων πολιτεύματος.
このことから、同盟諸国におけるローマの国制に対する畏怖と敬意がどれほどのものか、窺い知ることができるであろう。