§3.90.1καὶ χειρῶν πλῆθος.
以及充足的兵员。
διόπερ κατὰ τοὺς ἑξῆς χρόνους ἀντιπαρῆγεν τοῖς πολεμίοις ἀεὶ καὶ τοὺς εὐκαίρους προκατελάμβανε τόπους κατὰ τὴν ἐμπειρίαν.
因此在接下来的时期里,他始终与敌人并肩行军,并凭着经验预先占领有利的地形。
§3.90.2ἔχων δὲ κατὰ νώτου τὰς χορηγίας ἀφθόνους οὐδέποτε τοὺς στρατιώτας ἠφίει προνομεύειν οὐδὲ χωρίζεσθαι καθάπαξ ἐκ τοῦ χάρακος, ἅθρους δʼ ἀεὶ καὶ συνεστραμμένους τηρῶν ἐφήδρευε τοῖς τόποις καὶ καιροῖς.
由于身后有充足的补给支持,他从不允许士兵去搜掠,也绝不允许他们完全脱离营垒;他始终让士兵们集结并保持紧密的队伍,伺机寻找有利的时机和地点。
§3.90.3καὶ πολλοὺς τῶν πολεμίων ἀποσπωμένους ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἐπὶ τὰς προνομὰς διὰ τὸ καταφρονεῖν ὑποχειρίους ἐλάμβανε καὶ κατέφθειρε τῷ τοιούτῳ τρόπῳ.
通过这种方式,他将许多因轻敌而脱离自己营地前去搜掠的敌军俘获并消灭。
§3.90.4ταῦτα δʼ ἐποίει, βουλόμενος ἅμα μὲν ἀφʼ ὡρισμένου πλήθους ἐλαττοῦν ἀεὶ τοὺς ὑπεναντίους, ἅμα δὲ τὰς τῶν ἰδίων δυνάμεων ψυχὰς προηττημένας τοῖς ὅλοις διὰ τῶν κατὰ μέρος προτερημάτων κατὰ βραχὺ σωματοποιεῖν καὶ προσαναλαμβάνειν.
他这样做,一方面是希望从敌人有限的人数中不断予以消耗,另一方面也是希望通过局部胜利,逐步重建和恢复因全局失败而受挫的己方士气。
§3.90.5εἰς ὁλοσχερῆ δὲ κρίσιν ἐξ ὁμολόγου συγκαταβαίνειν οὐδαμῶς οἷός τʼ ἦν.
然而,通过双方同意而参与决定性的决战,对他来说是绝不可能的。
§3.90.6οὐ μὴν Μάρκῳ γε τῷ συνάρχοντι τούτων οὐδὲν ἤρεσκεν.
然而,这对于他的同僚马尔库斯来说却毫无可取之处。
σύμψηφον δὲ τοῖς ὄχλοις ποιῶν αὑτὸν τὸν μὲν Φάβιον κατελάλει πρὸς πάντας, ὡς ἀγεννῶς χρώμενον τοῖς πράγμασιν καὶ νωθρῶς, αὐτὸς δὲ πρόθυμος ἦν παραβάλλεσθαι καὶ διακινδυνεύειν.
他迎合大众,向所有人诽谤法比乌斯,说他处理政事时表现得懦弱且迟缓,而他自己则极度渴望冒险和决战。
§3.90.7οἱ δὲ Καρχηδόνιοι καταφθείραντες τοὺς προειρημένους τόπους ὑπερέβαλον τὸν Ἀπεννῖνον καὶ κατάραντες εἰς τὴν Σαυνῖτιν χώραν, οὖσαν εὐδαίμονα καὶ πολλῶν χρόνων ἀπολέμητον, ἐν τοιαύτῃ περιουσίᾳ τῶν ἐπιτηδείων ἦσαν ὥστε μήτε χρωμένους μήτε καταφθείροντας ἀνύειν δύνασθαι τὰς λείας.
迦太基人在摧毁了上述地区后,翻越了阿平宁山脉,降临到萨姆尼乌姆地区,那里土地肥沃,且多年未受战争侵扰。 由于各种生活必需品如此丰裕,以至于他们无论消费还是销毁都无法处理完这些战利品。
κατέδραμον δὲ καὶ τὴν Οὐενοαντανήν, §3.90.8Ῥωμαίων ἀποικίαν ὑπάρχουσαν·
他们还袭击了维诺安塔地区,那是罗马人的一个殖民地。
εἷλον δὲ καὶ πόλιν Οὐενουσίαν, ἀτείχιστον οὖσαν καὶ πολλῆς καὶ παντοδαπῆς ἀποσκευῆς γέμουσαν.
他们还攻占了维努西亚城,该城未设防,且塞满了大量各式各样的物资。
§3.90.9οἱ δὲ Ῥωμαῖοι κατόπιν μὲν εἵποντο συνεχῶς, μιᾶς καὶ δυεῖν ἡμερῶν ὁδὸν ἀπέχοντες, ἐγγίζειν γε μὴν καὶ συμπλέκεσθαι τοῖς πολεμίοις οὐχ οἷοί τʼ ἦσαν.
罗马军队则始终在后面紧紧跟随,保持着一两天的路程,但他们仍旧无法迫近或与敌人交战。
§3.90.10διόπερ Ἀννίβας ὁρῶν τὸν Φάβιον φυγομαχοῦντα μὲν προδήλως τοῖς δʼ ὅλοις οὐκ ἐκχωροῦντα τῶν ὑπαίθρων, ὥρμησε τολμηρῶς εἰς τὰ περὶ Καπύην πεδία, καὶ τούτων εἰς τὸν προσαγορευόμενον Φάλερνον τόπον, §3.90.11πεπεισμένος δυεῖν θάτερον, ἢ μάχεσθαι τοὺς πολεμίους ἀναγκάσειν ἢ πᾶσι δῆλον ποιήσειν ὅτι κρατεῖ τῶν ὅλων καὶ παραχωροῦσι Ῥωμαῖοι τῶν ὑπαίθρων αὐτοῖς.
因此,汉尼拔看到法比乌斯显然在回避战斗,却又绝不退出野外战场,便大胆地向卡普亚周围的平原进军,并进入了其中被称为法莱尔努斯的地方,他深信两件事必居其一:要么迫使敌人作战,要么向所有人昭示他控制了全局,而罗马人已将野外战场让给了他们。
§3.90.12οὗ γενομένου καταπλαγείσας ἤλπιζε τὰς πόλεις ὁρμήσειν πρὸς τὴν ἀπὸ Ῥωμαίων ἀπόστασιν.
他希望一旦发生这种情况,那些受到震慑的城市就会倾向于背叛罗马人。
§3.90.13ἕως γὰρ τότε δυσὶ μάχαις ἤδη λελειμμένων αὐτῶν οὐδεμία πόλις ἀπέστη τῶν κατὰ τὴν Ἰταλίαν πρὸς Καρχηδονίους, ἀλλὰ διετήρουν τὴν πίστιν, καίπερ ἔνιαι πάσχουσαι κακῶς.
因为直到那时,尽管罗马人已经在两次战事中战败,但在意大利没有一个城市背叛到迦太基人这一边,而是保持着忠诚,尽管其中一些城市正遭受苦难。
§3.90.14ἐξ ὧν καὶ παρασημήναιτʼ ἄν τις τὴν κατάπληξιν καὶ καταξίωσιν παρὰ τοῖς συμμάχοις τοῦ Ῥωμαίων πολιτεύματος.
从这些事实中,人们也能够看出同盟国对罗马政体的敬畏与推崇。