§3.89.1δίους.
スタディオン離れた場所であった。
Ἀννίβας δὲ συνεὶς τὴν παρουσίαν τοῦ Φαβίου καὶ βουλόμενος ἐξ ἐφόδου καταπλήξασθαι τοὺς ὑπεναντίους, ἐξαγαγὼν τὴν δύναμιν καὶ συνεγγίσας τῷ τῶν Ῥωμαίων χάρακι παρετάξατο.
ハンニバルはファビウスの到来を察知し、急襲によって敵を畏怖させようと望み、軍勢を率い出し、ローマ軍の柵に近づいて陣を敷いた。
χρόνον δέ τινα μείνας, οὐδενὸς ἐπεξιόντος αὖθις ἀνεχώρησεν εἰς τὴν ἑαυτοῦ παρεμβολήν.
しばらく待ったが、誰も打って出てこなかったため、再び自分の陣営へと退却した。
§3.89.2ὁ γὰρ Φάβιος διεγνωκὼς μήτε παραβάλλεσθαι μήτε διακινδυνεύειν, στοχάζεσθαι δὲ πρῶτον καὶ μάλιστα τῆς ἀσφαλείας τῶν ὑποταττομένων, ἔμενε βεβαίως ἐπὶ τῆς διαλήψεως ταύτης.
というのも、ファビウスは、危険に身をさらすことも決戦を行うこともしないが、まずは何よりも部下たちの安全を図ることを決意しており、この決断を断固として維持したからである。
§3.89.3τὰς μὲν οὖν ἀρχὰς κατεφρονεῖτο καὶ παρεῖχε λόγον ὡς ἀποδεδειλιακὼς καὶ καταπεπληγμένος τὸν κίνδυνον, τῷ δὲ χρόνῳ πάντας ἠνάγκασε παρομολογῆσαι καὶ συγχωρεῖν ὡς οὔτε νουνεχέστερον οὔτε φρονιμώτερον οὐδένα δυνατὸν ἦν χρῆσθαι τοῖς τότε περιεστῶσι καιροῖς.
それゆえ、初めのうちは軽蔑され、危険を前に臆病になり怯えているかのような噂を立てられたが、時が経つにつれて、当時の危機的な状況に対処するにあたり、彼より賢明かつ思慮深く行動しえた者は誰もいなかったということを、すべての人に認めさせ同意させるに至った。
§3.89.4ταχὺ δὲ καὶ τὰ πράγματα προσεμαρτύρησε τοῖς λογισμοῖς αὐτοῦ.
そして間もなく、事態そのものも彼の計算が正しかったことを証明した。
καὶ τοῦτʼ εἰκότως ἐγένετο.
そしてこれは当然のことであった。
§3.89.5τὰς μὲν γὰρ τῶν ὑπεναντίων δυνάμεις συνέβαινε γεγυμνάσθαι μὲν ἐκ τῆς πρώτης ἡλικίας συνεχῶς ἐν τοῖς πολεμικοῖς, ἡγεμόνι δὲ χρῆσθαι συντεθραμμένῳ σφίσι καὶ παιδομαθεῖ περὶ τὰς ἐν τοῖς ὑπαίθροις χρείας,
なぜなら、敵の軍勢は若い頃からたえず軍事において鍛錬を積んでおり、彼らとともに育ち、野外での軍事活動について子供の頃から教え込まれた指揮官を戴いていた。
§3.89.6νενικηκέναι δὲ πολλὰς μὲν ἐν Ἰβηρίᾳ μάχας, δὶς δὲ Ῥωμαίους ἑξῆς καὶ τοὺς συμμάχους αὐτῶν, τὸ δὲ μέγιστον, ἀπεγνωκότας πάντα μίαν ἔχειν ἐλπίδα τῆς σωτηρίας τὴν ἐν τῷ νικᾶν·
さらには、イベリアで多くの戦いに勝利し、ローマ人とその同盟軍を二度続けて破り、そして何よりも、他のすべての希望を失って、ただ勝利することだけに唯一の救いの望みを持っていたからである。
§3.89.7περὶ δὲ τὴν τῶν Ῥωμαίων στρατιὰν τἀναντία τούτοις ὑπῆρχε.
これに対して、ローマの軍隊側には、これらとは正反対の状況が存在していた。
§3.89.8διόπερ εἰς μὲν τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον οὐχ οἷός τʼ ἦν συγκαταβαίνειν, προδήλου τῆς ἐλαττώσεως ὑπαρχούσης·
それゆえ、彼は国家の命運を賭けた戦いに身を投じることはできなかった。 自分たちの劣勢が明らかであったからである。
εἰς δὲ τὰ σφέτερα προτερήματα τοῖς λογισμοῖς ἀναχωρήσας ἐν τούτοις διέτριβε καὶ διὰ τούτων ἐχείριζε τὸν πόλεμον.
むしろ、ローマ側の強みへと理性的判断において立ち戻り、その強みに留まって、それらを通じて戦争を遂行した。
§3.89.9ἦν δὲ τὰ προτερήματα Ῥωμαίων ἀκατάτριπτα χορήγια
そして、ローマ人にとっての強みとは、尽きることのない補給物資と