§3.91.1οὐ μὴν ἀλλʼ ὅ γʼ Ἀννίβας εἰκότως ἐπὶ τούτους κατήντα τοὺς λογισμούς.
しかしながら、ハンニバルが妥当な理由によってこれらの思惑にたどり着いたのはもっともであった。
§3.91.2τὰ γὰρ πεδία τὰ κατὰ Καπύην ἐπιφανέστατα μέν ἐστι τῶν κατὰ τὴν Ἰταλίαν καὶ διὰ τὴν ἀρετὴν καὶ διὰ τὸ κάλλος καὶ διὰ τὸ πρὸς αὐτῇ κεῖσθαι τῇ θαλάττῃ καὶ τούτοις χρῆσθαι τοῖς ἐμπορίοις, εἰς ἃ σχεδὸν ἐκ πάσης τῆς οἰκουμένης κατατρέχουσιν οἱ πλέοντες εἰς Ἰταλίαν.
なぜなら、カプア周辺の平野は、その肥沃さ、その美しさ、そして海に直面していて、イタリアへ航海する人々がほぼ全世界から集まってくるそれらの交易港を利用できることによって、イタリアの平野の中で最も際立っているからである。
§3.91.3περιέχουσι δὲ καὶ τὰς ἐπιφανεστάτας καὶ καλλίστας πόλεις τῆς Ἰταλίας ἐν αὑτοῖς.
また、この平野はイタリアの最も著名で美しい都市を自らの内に含んでいる。
§3.91.4τὴν μὲν γὰρ παραλίαν αὐτῶν Σενοεσανοὶ καὶ Κυμαῖοι καὶ Δικαιαρχῖται νέμονται, πρὸς δὲ τούτοις Νεαπολῖται, τελευταῖον δὲ τὸ τῶν Νουκερίνων ἔθνος.
すなわち、その沿岸部をシヌエッサ人、クマイ人、ディカイアルキア人が占めており、これらに加えてネアポリス人、そして最後にはヌケリア人の部族が占めている。
§3.91.5τῆς δὲ μεσογαίου τὰ μὲν πρὸς τὰς ἄρκτους Καληνοὶ καὶ Τιανῖται κατοικοῦσι, τὰ δὲ πρὸς ἕω καὶ μεσημβρίαν Δαύνιοι §3.91.6καὶ Νωλανοί.
内陸部のうち、北方はカレス人とテアヌム人が居住し、東方と南方はダウニア人およびノラ人が居住している。
κατὰ μέσα δὲ τὰ πεδία κεῖσθαι συμβαίνει τὴν πασῶν ποτε μακαριωτάτην γεγονυῖαν πόλιν Καπύην.
そして平野の中央には、かつてすべての都市の中で最も幸福であった都市カプアが位置している。
§3.91.7ἐπιεικέστατος δὲ καὶ παρὰ τοῖς μυθογράφοις ὁ περὶ τούτων τῶν πεδίων λέγεται λόγος·
また、神話作家たちの間でも、これらの平野についての非常に説得力のある物語が語られている。
προσαγορεύεται δὲ καὶ ταῦτα Φλεγραῖα, καθάπερ καὶ ἕτερα τῶν ἐπιφανῶν πεδίων·
これらは、他のいくつかの有名な平野と同様にフレグラとも呼ばれている。
θεούς γε μὴν μάλιστα περὶ τούτων εἰκὸς ἠρικέναι διὰ τὸ κάλλος καὶ τὴν ἀρετὴν αὐτῶν.
神々がその美しさと肥沃さのために、特にこの平野をめぐって争ったのはもっともなことである。
§3.91.8ἅμα δὲ τοῖς προειρημένοις ὀχυρὰ δοκεῖ καὶ δυσέμβολα τελέως εἶναι τὰ πεδία·
前述のことに加えて、この平野は極めて堅固で侵入困難であるとされている。
τὰ μὲν γὰρ θαλάττῃ τὸ δὲ πλεῖον ὄρεσι μεγάλοις πάντῃ καὶ συνεχέσι περιέχεται, διʼ ὧν εἰσβολαὶ τρεῖς ὑπάρχουσι μόνον ἐκ τῆς μεσογαίου στεναὶ καὶ δύσβατοι,
というのも、一方は海に、大部分は四方を大きくて連なる山々に囲まれており、内陸部からは、狭くて通行が困難なわずか3つの進入路があるだけだからである。
§3.91.9μία μὲν ἀπὸ τῆς Σαυνίτιδος, δευτέρα δʼ ἀπὸ τῆς Λατίνης, ἡ δὲ κατάλοιπος ἀπὸ τῶν κατὰ τοὺς Ἱρπίνους τόπων.
一つはサムニウム地方から、二つ目はラティウム地方から、そして最後の一つはヒルピニ地方の地域からである。
§3.91.10διόπερ ἔμελλον εἰς ταῦτα καταστρατοπεδεύσαντες ὥσπερ εἰς θέατρον οἱ Καρχηδόνιοι καταπλήξεσθαι μὲν τῷ παραλόγῳ πάντας, ἐκθεατριεῖν δὲ τοὺς πολεμίους φυγομαχοῦντας, αὐτοὶ δʼ ἐξ ὁμολόγου φανήσεσθαι τῶν ὑπαίθρων κρατοῦντες.
それゆえ、カルタゴ軍はこれらの平野に陣を張ることで、まるで劇場に入るかのように、その不意を突くことで万民を畏怖させ、交戦を避ける敵の醜態を観客の前で晒し、自らは公然と野戦の主権を握っていることを示すことになるはずであった。